Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ὅλως εἶναι δοκεῖ· καί τοι καὶ ταύτας καὶ τὰς ἄλλας ἐκκρίσεις ἁπάσας ἔνεστι προγνῶναι, δύο ταῦτα σκοπουμένῳ· τό τε ὅθεν ἡ ὁρμὴ τῆς φύσεως καὶ τὸ ποῦ. καὶ γὰρ συνεργήσομεν ταῖς ἐλλείψεσι καὶ κωλύσομεν τὰς ἀμέτρους γινομένας φορὰς, εἰ ταῦτα γινώσκοιμεν· οἷον αὐτίκα τὰς ἀπὸ σπληνὸς αἱμοῤῥαγίας αἱ κατὰ τὸ ἀκριβέστερον ὑποχόνδριον ὑποτιθέμεναι μεγάλαι σικύαι ῥᾳδίως ἀντισπῶσι, τὰς δ’ ἀπὸ τοῦ ἥπατος αἱ κατὰ τὸ δεξιόν. κᾀπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἐξ ἑνὸς γὰρ περὶ πάντων δυνήσῃ συλλογίζεσθαι τό γε καθόλου σκοπούμενος. ὥστε κᾀγὼ τῇδε καταπαύσω τὸν παρόντα λόγον. ἐφεξῆς δὲ περί τε τῶν ἐπὶ ταῖς φλεγμοναῖς ἀναπτομένων πυρετῶν δίειμί σοι καὶ τῶν ἄλλων παθῶν, ὅσα καθ’ ἕκαστον τῶν τοῦ σώματος μορίων συνίσταται. φλεγμονὰς δ’ οἱ μὲν παλαιοὶ τὰς οἷον φλογώσεις ὠνόμαζον· οἱ δὲ νεώτεροι οὐ πάσας· οὔτε γὰρ τὸν ἕρπητα οὔτε τὸ ἐρυσίπελας οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων ταῖς φλεγμοναῖς συναριθμοῦσιν, ἀλλ’ ἑνὶ μόνῳ τῶν θερμῶν παθημάτων ἐπιφέρουσι τοῦτο τὸ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]