Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἑτέρως δ’ ἐρυσιπέλατα, ἑτέρως δὲ φύγεθλα καὶ τἄλλα τῶν φλεγμονῶν εἴδη θεραπεύσεις. ὥστε πάλιν ἡγεῖται κᾀνταῦθα διαγινώσκειν ὀρθῶς τὰ πάθη δύνασθαι. καί σοι πειράσομαι τοῦτο πρῶτον γράψαι, διελόμενος ἐξ ἀρχῆς περὶ τῶν κατὰ τὰς φλεγμονὰς πάσας διαφορῶν. πρώτη μὲν οὖν διαφορὰ φλεγμονῆς ἐστι, καθ’ ἣν τὴν μὲν αὐτῆς ὑγρὰν, τὴν δὲ ξηρὰν εἶναι συμβέβηκεν. ὑγρὰν μὲν ἥτις ἂν ἐκ ῥεύματος θερμοῦ τὸ μόριον καταλαμβάνοντος γίγνηται· ξηρὰν δ’ ὅταν μηδενὸς ἐπιῤῥυέντος τὴν σύμφυτον θερμασίαν ἐκπυρωθῆναι συμβῇ. τοῦτο δὲ μέχρι μέν τινος οἷον πυρετός ἐστι τοῦ μορίου· ἐπειδὰν δὲ εἰς ἄμετρον ἤδη θερμότητα καὶ ξηρότητα προήκῃ, φθορὰ καὶ νέκρωσις παντελὴς γίγνεται, ὅθεν οὐδ’ εἰς πλείω τέμνεσθαι πέφυκεν, ὥσπερ ἡ ἑτέρα διαφορὰ καθ’ ἣν ἐπιῤῥεῖν τινας χυμοὺς ἐλέγομεν τῷ μέρει. πολλὰ γὰρ τὰ ταύτης εἴδη· αἵματος μὲν γὰρ ἐπιῤῥυέντος ἕτερον· χολῆς δὲ ξανθῆς ἕτερον· ἀμφοῖν δ’ ἅμα τρίτον ἄλλο. καὶ μὲν δὴ καὶ καθ’ ἕκαστον αὐτῶν ἢ σεσηπός ἐστιν ἤδη τὸ ἐπιῤῥέον ἢ ἐν τῷ μορίῳ σφηνούμενον σήπεται· καὶ ἤτοι παχὺ τὴν σύστασιν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]