Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἢ λεπτὸν ἢ χρηστὸν ἢ δριμύ. αἵματος μὲν οὖν χρηστοῦ καὶ συμμέτρου τῷ πάχει ῥυέντος εἴς τι μόριον ἀθρόως καὶ διὰ τὸ πλῆθος σφηνωθέντος, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ἤν γε μὴ παντελῶς δυσαίσθητον ᾖ τὸ μόριον· καὶ σφυγμὸς ἀνιαρὸς ἐν τῷ βάθει καὶ τείνεσθαι πάντῃ νομίζει καὶ θλᾶσθαι τὸ μόριον καὶ θερμασίας αἰσθάνεσθαι πλείονος, ὡς διακαίεσθαι δοκεῖν καὶ ἀναψύχεσθαι ποθεῖν· καὶ ἔρευθος ἐπανθεῖ τοιοῦτον, οἷον τοῖς λελουμένοις ἢ παρὰ τῷ πυρὶ θαλφθεῖσιν ἤ πως ἄλλως θερμανθεῖσι. τοῦτο τὸ πάθος τὴν τοῦ γένους ὅλου προσηγορίαν ἀπηνέγκατο καὶ καλεῖται φλεγμονὴ, ἄλλοις παραπλησίως πολλοῖς εἴδεσι λαμβάνουσι τὸ τοῦ γένους ἐπιφερόμενον ὄνομα. καὶ γίνεται συνεχῶς ἐπὶ πάσῃ σχεδὸν προφάσει· καὶ γὰρ καὶ τρώσεσι καὶ σπάσμασι καὶ θλάσμασι καὶ ῥήγμασι καὶ τοῖς ἐκ τῶν γυμνασίων καμάτοις, ἐξαρθρήμασί τε καὶ κατάγμασι καὶ τοῖς αὐτομάτοις ἕλκεσιν ἐπιγίγνεται· καὶ χωρὶς δὲ τούτων ἁπάντων, ὅταν εἰς ἄμετρον χυμῶν πλησμονὴν αἱ φλέβες ἀφίκωνται, τότε τὸ περιττὸν ἀποχέουσιν εἴς τι χωρίον, ὃ ἂν ἐπιτηδειότατον ᾖ τηνικαῦτα

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]