Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

δέξασθαι· πάντως δὲ τοῦτο τῶν ἄλλων ἢ ἀῤῥωστότερόν ἐστιν ἢ μανώτερον ἢ ἕλκειν ἑτοιμότερον ἢ ἀκινητότερον, ἐξ ἡστινοσοῦν αἰτίας, εἰς ταύτας ἀχθὲν τὰς διαθέσεις. οὐ γὰρ τοῦτό γε νῦν πρόκειται λέγειν. χολὴ δὲ ξανθὴ ἡνίκα μὲν τὴν ἑαυτῆς φύσιν σώζουσα σὺν τῷ αἵματι φέρεται πανταχόσε τοῦ σώματος, ἴκτερος τὸ πάθος καλεῖται. μόνης δ’ ἀποκριθείσης καὶ κατά τι μόριον ἱσταμένης, ἕρπης ὀνομάζεται· εἰ μὲν δὴ παχεῖα τὴν σύστασιν εἴη, πᾶν ἑλκοῖ μέχρι τῆς ὑποκειμένης σαρκὸς τὸ δέρμα, καὶ καλεῖ τούτους Ἱπποκράτης ἕρπητας ἐσθιομένους. εἰ δὲ λεπτοτέρα εἴη, τὸ ἐπιπολῆς μόνον ὥσπερ ἐπικαίει καὶ τοῦτο τὸ εἶδος ἀπηνέγκατο τὴν τοῦ γένους προσηγορίαν, ἁπλῶς τε καὶ χωρὶς προσθήκης ἕρπης ὀνομασθέν. τῶν γὰρ ἄλλων δυοῖν εἰδῶν τὸ μὲν ἤδη προειρημένον ἐσθιόμενος ἕρπης ὀνομάζεται, θάτερον δὲ τὸ λοιπὸν κεγχρίας, ὅτι καὶ τούτῳ συμβέβηκε, φλυκταίνας μικρὰς καὶ πολλὰς ἐπιπολῆς τοῦ δέρματος ἐπεγείρειν, κέγχροις ἐοικυίας. γίνεται δ’ ὁ τοιοῦτος ἕρπης ὑπὸ χολῆς μὲν καὶ αὐτὸς, ἀλλ’ ἧττον δριμείας καὶ θερμῆς ἢ οἱ πρόσθεν. εἰ δ’ ἐξ αἵματος καὶ ξανθῆς

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]