Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

Ἀνδρώνιος. εἰ δέ ποτε ἔρευθος ἐπικρατοίη καὶ πολλὴ φλόγωσις, ἀνιέναι χρὴ γλυκεῖ τὸ φάρμακον ἢ ἀρνογλώσσου χυλῷ. εἰ δ’ ὄγκου μέγεθος ὑπάρχει, οἴνῳ μὲν στρυφνῷ τὸ πρῶτον, ἔπειτα δὲ καὶ ὄξει. καταπλάττειν δὲ τῷ τῶν ὀρόβων ἀλεύρῳ δι’ ὀξυμέλιτος· καὶ πρὸ τούτων ἁπάντων εὐθὺς κατ’ ἀρχὰς ἀφαιρεῖν αἵματος ἱκανὸν, ἤν γε μηδὲν κωλύῃ.

Τοιαῦται μέν τινες αἱ τῶν τοιούτων παθῶν ἰάσεις κατὰ γένος· ἐξαλλάττονται δὲ παρὰ τὰς τῶν πεπονθότων ὀργάνων φύσεις. τέτταρες δὲ ἀπὸ τούτων ἐνδείξεις εἰσὶν, ἐκ τῆς κράσεως αὐτῶν, ἐκ τῆς διαπλάσεως, ἐκ τῆς θέσεως, ἐκ τῆς δυνάμεως. ἐκ μὲν τῆς κράσεως, εἰ τὰ μὲν αὐτῶν ξηρότερα φύσει, τὰ δ’ ὑγρότερα, τὰ δὲ ψυχρότερα, τὰ δὲ θερμότερα γέγονε· καὶ κατὰ συζυγίαν ἢ ὑγρότερα καὶ θερμότερα ἢ ὑγρότερα καὶ ψυχρότερα ἢ ξηρότερα καὶ θερμότερα ἢ ξηρότερα καὶ ψυχρότερα ἢ κατὰ πᾶν εὔκρατα. καὶ χρὴ σκοπὸν εἶναί σοι ἐν ταῖς θεραπείαις τὴν φύσιν τοῦ μορίου. τὸ γὰρ μέχρι πόσου ψυκτέον ἢ ξηραντέον αὕτη διδάσκει. τὰ γὰρ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]