Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἀφίσταται τὰ πρότερον ἀλλήλων ψαύοντα σώματα. χώραν οὖν ἀναγκαῖον ἐν τῷ μεταξὺ γενέσθαι κενὴν, ἥτις ἤτοι πνευματώδη τινὰ οὐσίαν ὑγρὰν ἢ ἐξ ἀμφοῖν σύνθετον περιέξει. μεθίστανται δ’ εἰς τοῦτο καὶ τῶν φλεγμονῶν ἔνιαι, καὶ τῶν ἐρυσιπελατωδῶν δὲ καὶ φλεγμονωδῶν οὐκ ὀλίγαι. συνίσταται δὲ καὶ χωρὶς τούτων ἡ τῶν ἀποστημάτων διάθεσις ἐκ περιουσίας μέν τινων ὑγρῶν ἢ πνευμάτων ἀτμωδῶν, ἤτοι δ’ ἐν αὐτοῖς τοῖς πάσχουσι σώμασιν ἐν μέσῳ γεννωμένων ἢ ἐξ ἑτέρων ἐπιῤῥεόντων, λόγῳ τῶν καλουμένων ἀποσκημμάτων. ὀνομάζουσι δ’ οὕτω τὰς διαθέσεις ἐκείνας, ὅταν χυμοί τινες ἐνοχλοῦντες πρότερον ἑτέρῳ μορίῳ καταλιπόντες ἐκεῖνο εἰς ἕτερον μεταστῶσιν. ὅτῳ δ’ ἂν τρόπῳ γένηται διάθεσις ἀποστήματος, ἡ μεταξὺ χώρα τῶν ἀφισταμένων σωμάτων πληροῦται τῶν ἐργαζομένων αὐτὴν ὑγρῶν. ἅπερ ἐνίοτε χρονίζοντα πολυειδῶς ἀλλοιώσεις ἴσχει. καὶ γὰρ λίθοις καὶ ψάμμοις καὶ ὀστράκοις τε καὶ ξύλοις, ἄνθραξί τε καὶ πηλῷ καὶ γλοιῷ καὶ ἀμοργῇ καὶ τρυγὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις εὕρηται πολλάκις, ἐν ἀποστήμασιν ὅμοια περιεχόμενα σώματα.

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]