Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἀρχομένης μὲν ἔτι τῆς ἀποστάσεως διὰ τῆς ἀνωδύνου τε καὶ χαλαστικῆς ἀγωγῆς, ἤδη δὲ προηκούσης ἐπὶ τὴν πεπτικήν τε καὶ διαπυητικὴν ἰδίως ὀνομαζομένην μεταβαινόντων γίνεται· λέλεκται δὲ περὶ αὐτῆς, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων τοιούτων, ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως συντάγματι. ὕδατί τε οὖν ἐπὶ πλεῖον καταντλεῖν προσήκει, καταχέοντας ἔλαιον θερμὸν τοῦ φλεγμαίνοντος μορίου καὶ καταπλάττειν τῷ τῶν πυρῶν ἀλεύρῳ δι’ ὕδατος καὶ ἐλαίου συμμέτρως ἕψοντας· θᾶττον γὰρ ἄγει πρὸς διαπύησιν τοῦτο τοῦ δι’ ἄρτου καταπλάσματος. ἐκεῖνο μὲν γὰρ διαφορητικώτατόν ἐστιν, ὡς ἂν ἁλῶν τε καὶ ζύμης ἔχον, ὠπτημένον τε καλῶς. οὐδὲν δ’ ὑπάρχει τούτων τῷ δι’ ἀλεύρου πυρίνου. καὶ ὅταν γε τὴν ἀρχομένην ἐκπυΐσκεσθαι φλεγμονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν ἐκπύησιν, ἐπὶ πλεῖστον ἕψε τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι φυράσας· πολλαπλάσιον δ’ ἔστω τὸ ὕδωρ τοῦ ἐλαίου. μᾶλλον δ’ ἔτι τούτου κωλύει τὴν ἐκπύησιν τὸ τῶν κριθῶν ἄλευρον ὁμοίως σκευαζόμενον. τὸ δ’ ἐν τῇ θεραπείᾳ ταύτῃ καταντλούμενον

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]