Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

χρὴ δ’ οὐκ αὐτὰς ἰσχάδας λαμβάνειν, ἀλλὰ τὸ ὕδωρ ἐν ᾧ διετάκησαν ἡψημέναι. προσήκει δὲ δηλονότι γλυκείας τε καὶ λιπαρὰς τὰς ἰσχάδας εἶναι, ὡς ἐν αὐταῖς ἔχειν ὑγρότητα παραπλησίαν μέλιτι· καὶ εἰ τοιαύτας λαβὼν ἑψήσειας ἄχρι πλείστου, τὸ ἀφέψημα μέλιτι λεπτῷ κατὰ τὴν σύστασιν ἔσται παραπλήσιον. τούτῳ τοιγαροῦν τῷ ὕδατι ποτὲ μὲν κρίθινον ἄλευρον ἀναδεύειν προσήκει, ποτὲ δ’ ἄρτον συγκόμιστον· ὀνομάζουσι δ’ οὕτω τὸν μέσον τοῦ τε ἀκριβῶς καθαροῦ καὶ τοῦ πιτυρίτου καλουμένου. προσαγορεύουσι δ’ ἔνιοι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον· ἐπειδὴ τοῦ μὲν καθαροῦ τὸ ἄλευρον, οὐχ οἷόν πέρ ἐστι τῇ φύσει, τοιοῦτον εἰς τὴν ἀρτοποιΐαν λαμβάνουσιν, ἀλλὰ προδιαττῶντες ἀποκρίνουσι τὸ πίτυρον. ἔμπαλιν δὲ τοῦ πιτυρίτου προαφαιροῦσι τὸ καθαρώτατον. ὁ δ’ αὐτόπυρος ἄρτος, οἷον περιέχει τὸ ἄλευρον, ὁ πυρὸς αὐτοφυῶς τοιοῦτον φυλάττει. χρὴ δὲ καὶ τὸν πυρὸν αὐτὸν, ἐξ οὗπερ τὸ ἄλευρον λαμβάνεται, τῶν εὐγενῶν ὀνομαζομένων εἶναι. τινὲς μὲν γὰρ πυροὶ πλεῖστον ἐν ἑαυτοῖς ἔχουσι τὸ πίτυρον, οὓς δὴ καὶ ἀγενεῖς ὀνομάζουσιν· ἔνιοι δὲ τὴν σεμίδαλιν, οὓς, ὡς ἔφην, εὐγενεῖς προσαγορεύουσιν. οὔκουν χρὴ 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]