Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

πιτυρίαν εἶναι τὸν πυρὸν, ἐξ οὗπερ χρήσιμον εἰς τὸ κατάπλασμα λαμβάνομεν ἄλευρον, ἀλλ’ ὡς εἴρηται τῶν πολλὴν ἐχόντων σεμίδαλιν. εἰ δ’ ἐξ ἀγενοῦς σίτου λαμβάνοις τὸ ἄλευρον, ἀποκρίνειν αὐτοῦ χρὴ μέρος τι τοῦ πιτύρου καὶ οὕτω τὸν μέσον ἄρτον ἐργάζεσθαι· τοῦ τοιούτου τοίνυν ἄρτου τὸ μέσον καὶ ἁπαλὸν εἰς τὰ καταπλάσματα μιγνύναι, ὅταν ὡς ἔφην ἐν τῷ μέσῳ κατὰ δύναμιν ἀλεύρου κριθίνου τε καὶ πυρίνου βουληθῇς ποιῆσαι τὸ κατάπλασμα. τὸ μὲν γὰρ πύρινον ἄλευρον ἐκπυητικώτατόν ἐστι καὶ πεπτικώτατον· τὸ δὲ κρίθινον διαφορητικώτατον. ὁ δ’ εἰρημένος ἄρτος ἐν τῷ μεταξὺ τούτων, ὥσπερ γε καὶ τὸ ἄλευρον αὐτοῦ τῶν εἰρημένων ἀλεύρων πυρίνων μεταξύ. πρὸς ταῦτ’ οὖν ἀποβλέπων καὶ τῷ τῶν ἰσχάδων ἀφεψήματι μίγνυε, ὅ τι περ ἂν ἁρμόττειν σοι δοκῇ τῶν ἀλεύρων ἢ τῶν ἄρτων. εἰ δὲ διαφοροῖτο μὲν ὁ ὄγκος, ἐλλιπέστερον δ’ ἢ προσῆκε, συνέψειν χρὴ ταῖς ἰσχάσιν ὕσσωπον ἢ ὀρίγανον. εἰ δὲ ἰσχυρότερόν ποτε ξηρᾶναι βουληθείης τὸν ὄγκον, ἅλας ἐπιβάλλειν τῷ ἀφεψήματι· κᾄπειθ’ οὕτως ἀναδεύσαντας αὐτῷ τὸ τῶν κριθῶν ἄλευρον, ἀφαιρήσαντας δὲ καὶ τούτων τὸ πιτυρῶδες πᾶν,

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]