Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

οὕτω καταπλάττειν ἐπὶ πλέον ἕψοντας. ἐπί γε μὴν τῶν δυσδιαφορήτων ὄγκων εὐλαβητέον ἐστὶ τὸ λείψανον αὐτῶν γενέσθαι σκιῤῥῶδες. ὥστε καὶ προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς ἐφ’ ἑκάστης λύσεως, ἐφ’ ὅ τι μεθίσταται τῶν θεραπευομένων ὄγκων ἕκαστος· ἡ γὰρ διὰ τῶν ξηραινόντων ἰσχυρῶς ἀγωγὴ σκιῤῥῶδες αὐτῶν τὸ κατάλοιπον ἐργάζεται· γνώσῃ δὲ τοῦτο καθ’ ἑκάστην λύσιν, ἁπτόμενος τοῦ πεπονθότος μορίου καὶ παραβάλλων τῷ πρόσθεν ὄντι τὸ νῦν φαινόμενον. ἐὰν οὖν ποτε τοιαύτην ὑποψίαν ἔχῃς, ἐναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ βρυωνίας ἢ ἀσάρου, πολλάκις μὲν καὶ αὐτῶν μόνων, ἐνίοτε δὲ καὶ τῶν λιπαρῶν ἰσχάδων ἐπεμβάλλων· εἶτα τῷ ὕδατι μιγνύειν τὸ ἄλευρον, ἀναμιγνύντα τι καὶ στέατος αὐτῷ χηνὸς μάλιστα ἢ ἀλεκτορίδος· εἰ δ’ οὐκ ἔχεις ταῦτα, τοῦ γε τῶν συῶν. καὶ αὗται δ’ αἱ ῥίζαι τῶν προειρημένων βοτανῶν καὶ πρὸς αὐταῖς τῆς ἀλθαίας μετὰ τὴν σύμμετρον ἀφέψησιν λειούμεναι σὺν ἄρτῳ τε καὶ στέατι τοὺς τοιούτους ὄγκους διαφοροῦσιν. ἰσχυροτέρα δὲ τούτων ἐστὶν ἡ τοῦ δρακοντίου· καὶ εἴποτε βουληθείης χρῆσθαι αὐτῇ λεπτομερεστέρᾳ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]