Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τε πολὺ τῶν εἰρημένων οὔσῃ καὶ διαφορητικωτέρᾳ, μίγνυε πάντως τὸ στέαρ· εἰ μὴ γὰρ ὑγραίνοις τε καὶ μαλάττοις τοὺς σκιῤῥουμένους ὄγκους, ἀλλὰ διαφοροίης μόνον ἰσχυροτέροις φαρμάκοις, ἐν μὲν ταῖς πρώταις ἡμέραις ἀξιολόγως αὐτοὺς καθαιρήσεις, ἅμα τῷ σκληρύνειν τὸ καταλειπόμενον· αὐτὸ δὲ τοῦτο σκληρυνθὲν ἔσται δύσλυτον. ἄμεινον οὖν, ὡς ἔφην, τοῖς διαφοροῦσιν ἰσχυρῶς φαρμάκοις ἀναμιγνύναι τὰ μαλάττοντα, τὴν εἰς σκίῤῥον μετάπτωσιν αὐτῶν εὐλαβούμενον· καὶ αὐτῶν δὲ τῶν σκιῤῥουμένων ἤδη τῆς θεραπείας τὸν τρόπον ἔμπροσθεν ἤκουσας. αὖθις οὖν ἐπὶ τοὺς ἐκπυϊσκομένους ὄγκους ἴωμεν· οὓς ὅταν ἀπογνῷς διαφορῆσαι, τοῖς διὰ τοῦ πυρίνου ἀλεύρου καταπλάσμασι χρῶ. συλλαμβάνουσι γὰρ ἱκανῶς τῷ τάχει τῆς ἐκπυήσεως. ἔπειτα στομώσας ἐὰν μὲν ἀκριβῶς ᾖ τὰ πέριξ τῆς τομῆς ἀφλέγμαντα, τοῖς ἐμπλάστοις φαρμάκοις θεράπευε. ξηραντικὴ δ’ αὐτῶν ἡ δυνάμις καὶ ἄδηκτος ἔστω, μὴ διὰ τῶν στυφόντων συγκειμένη φαρμάκων, ἀλλ’ ἤτοι τῶν ἀλύπως διαφορούντων μόνον ἢ καί τι βραχὺ στύψεως ἐχόντων. ἐχρησάμην δ’ ἐγὼ πολλάκις ἐπὶ τῶν τοιούτων τῷ διὰ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]