Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τῆς ζύμης καὶ τῶν κεκαυμένων ὀστρέων. εἰ δέ τι τῶν πέριξ τῆς τομῆς φλεγμαίνοι, τῷ διὰ τῆς χαλκίτεως ἐλαίῳ τήξας, ὅταν ἀτρέμα ψυχθῇ, κατακεράσας εἰς θυείαν, μαλάττων τε ταῖς χερσὶ καὶ οἶνον παραχέων, ὡς οἶσθα. πολυχρηστότατον δ’ ἐστὶ τοῦτό μοι τὸ φάρμακον, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρμάκων ὑπομνήμασι λέλεκται. γενήσεται δ’ ἂν θεὸς ἐθέλῃ καὶ περὶ τῶν κατὰ τὰ μόρια παθῶν πραγματεία· καθ’ ἣν τάς τε δυνάμεις ἁπάντων τῶν συνηθῶν μοι φαρμάκων ἀκριβῶς ἐξηγήσασθαι πειράσομαι καὶ τὴν ἐπιτήδειον ὑφηγήσασθαι χρῆσιν. ἀλλὰ σύ γε τούτων ἤδη τῶν φαρμάκων, ὧν ἐμνημόνευσα κατὰ τὸ βιβλίον τοῦτο, τὰς συμμετρίας τε καὶ σκευασίας ἔχεις παρ’ ἡμῶν λαβών. ὅταν γε μὴν ἐπὶ πλέον ἐκτακῇ τὸ δέρμα κατὰ τὰς ἐκπυήσεις, ὡς ῥακῶδες γενέσθαι, δυσκόλλητον ἀποτελεῖται τοῖς ὑποκειμένοις σώμασιν· ὥστ’ ἀναγκαῖον εἶναι, τῇ καλουμένῃ κατὰ πλάτος ἀγωγῇ θεραπεύεσθαι τὸ ἕλκος.

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]