Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τῷ μέλιτι τῶν εἰρημένων φαρμάκων, καὶ μάλισθ’ ὅταν ὁ κόλπος ᾖ μείζων τε καὶ βαθύτερος. ἐπειράθην δὲ καὶ τοῦ λεπτοῦ κενταυρίου, θαυμαστοῦ φαρμάκου πρὸς τὴν τοιαύτην χρείαν· ἐφεξῆς δ’ αὐτῷ σύμφυτον ἐπιτήδειόν ἐστι καὶ μετ’ αὐτὸ τῆς Ἰλλυρίδος ἴρεως ἡ ῥίζα, μεθ’ ἣν καὶ τὸ τῶν ὀρόβων ἄλευρον. εὔδηλον ὅτι κεκόφθαι τε καὶ διηθῆσθαι λεπτῷ κοσκίνῳ καὶ μετὰ ταῦτά γε λελειῶσθαι τὰ τοιαῦτα πάντα προσήκει. μιγνύσθω δὲ τῷ μέλιτι κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκ’ ἂν ἀπὸ τοῦ πυρὸς ἐξαίρεσθαι μέλλῃ, τοσοῦτον ἡμῶν ἐπιδιατριψάντων, ὡς ἑνωθῆναι καλῶς αὐτὰ τῷ προηψημένῳ μέλιτι. κάλλιον δὲ καὶ καθαιροῦντα τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐμπάττειν ἅπαντα τὰ τοιαῦτα, κᾄπειτα κινεῖν ἐπιμελῶς ἄχρις ἂν οὕτω γένηται τὸ μέλι χλιαρὸν, ὡς ἐπιτιθέναι δύνασθαι τῷ θεραπευσομένῳ σώματι.

Ἐφεξῆς δ’ ἂν εἴη τοῖς εἰρημένοις εἰπεῖν σοί τι καὶ περὶ τῶν γαγγραινουμένων φλεγμονῶν. ὀνομάζουσι δ’, ὡς οἶσθα, γαγγραίνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. τελέως μὲν γὰρ 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]