Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
ὁ Πολυείδου καὶ ὁ Πασίωνος. ἀλλὰ καὶ τὸ τοῦ Μούσα
φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ταῦτα, ὃ κατὰ τὸν
Ἥρα γέγραπται τόμον. χρῶ δὲ τούτοις καὶ οἷς προείρηκα,
προσέχων τὸν νοῦν τῷ σώματι τοῦ κάμνοντος. ἀγροίκου
μὲν γὰρ ὄντος αὐτοῦ καὶ σκληροῦ φύσει, τῶν ἰσχυροτάτων
δεῖται φαρμάκων τὸ σῶμα· γυναίου δὲ ἁπαλοσάρκου,
τῶν ἀσθενεστέρων. οὕτω δὲ καὶ τῶν ἀνδρῶν ὅσοι λευκοί
τε καὶ ἁπαλόσαρκοι καὶ φιλόλουτροι καὶ ἀγύμναστοι
μαλακῶν δέονται φαρμάκων. δῆλον δ’ ὅτι καὶ τὰ παιδία.
κᾂν ἐκτέμοις δέ ποτε τὸ σεσηπὸς καὶ νενεκρωμένον μέρος
ἀσφαλείας ἕνεκα, τοῖς εἰρημένοις ἄρτι χρῶ φαρμάκοις, ἀποβλέπων
εἰς τὰς τῶν νοσημάτων φύσεις, ἅμα τῷ καὶ
τὴν αὐτοῦ τοῦ πεπονθότος μορίου φύσιν ἐπισκοπεῖν· τινὰ
γὰρ τάχιστα σήπεται καὶ βέλτιον ἀσφαλείας ἕνεκα, ὅταν
ἐκτέμῃς ἢ περιτέμῃς τὸ σεσηπὸς, τὴν οἷον ῥίζαν αὐτοῦ
συνημμένην τοῖς ἀπαθέσι καίειν, ὡς ἐπὶ τῶν αἰδοίων εἰώθαμεν
ἐργάζεσθαι πολλάκις, ἐνίοτε μὲν αὐτοῖς τοῖς πεπονθόσι
μορίοις τὰ καυτήρια προσφέροντες, ἐνίοτε δὲ καὶ
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]