Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
προϋποβάλλοντες μότον. μετά γε μὴν τὴν καῦσιν εἰώθαμεν,
ὡς οἶσθα, χυλῷ πράσου χρῆσθαι, μὴ παρόντος δὲ
τούτου, τοῖς προειρημένοις ὀλίγον ἔμπροσθεν. ὅταν δὲ
φαίνηταί σοι τούτων γιγνομένων πεπαῦσθαι τὸ σηπόμενον,
ὅπως ἀποπέσῃ θᾶττον ἡ ἐσχάρα, τῷ κεφαλικῷ καλουμένῳ
φαρμάκῳ μετὰ μέλιτος χρῶ. κάλλιον καὶ καταπλάττειν
ἔξωθεν ἢ δι’ ὑδρελαίου τὸν ἄρτον ἕψοντας ἢ κρίθινον
ἄλευρον οὕτω σκευάζοντας, ἢ μετὰ αὐτοῦ μῖξαι
πύρινον. καὶ μὴν καὶ τὸ τετραφάρμακον ὀνομαζόμενον,
ἔτι τε τὸ μακεδονικὸν, ἐπιτήδεια πρὸς τὰς διαπυήσεις τε
καὶ ἀποπτώσεις τῶν ἐσχαρῶν, ὁμοίως δὲ καὶ πάντα ὅσα
διαπυΐσκει. καὶ ἄρτος δὲ μετὰ σελίνου λειωθεὶς ἢ ὠκίμου
περιῤῥήσσει καὶ χωρίζει τὰς ἐσχάρας ἀπὸ τῶν ὑγιεινῶν.
τῶν δ’ ἁπλῶν φαρμάκων μετὰ μέλιτος ἴρις ἢ ῥίζα πάνακος
ἢ ἀριστολοχίας ἢ ἀκόρου. ἐπὶ δὲ τῶν μαλακῶν σωμάτων
ἀρκεῖ καὶ τὸ τῶν ὀρόβων ἄλευρον μετὰ μέλιτος ἢ
λιβανωτοῦ. ὁμοίως δὲ ἀφαιρεῖ τὰς ἐσχάρας καὶ τὸ τοῦ Μαχαιρίωνος
φάρμακον καὶ ἡ Ἴσις ἔμμοτα μετὰ μέλιτος. ὅταν
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]