Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἐπιμιγνύντα ῥαφανίσιν· εἰ δὲ μηδὲν ἀνύει καὶ αὐτὸν τὸν ἐλλέβορον. οἷς δ’ ἐμεῖν ἀδύνατον, τούτους σφοδρότερον καθήραντας κάτω τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου πίνειν διδόναι καὶ τῶν ἄλλων ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται πυρετούς· ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡμῖν ἁπάντων δοκιμώτατον, ὀποῦ τοῦ Κυρηναϊκοῦ λαμβάνον. ὅσοι δὲ κατ’ ἀρχὰς τῶν τοιούτων τι φαρμάκων ἔδοσαν ἢ ὅλως πρὸ τῆς ἀκμῆς, ἁπλοῦν μὲν ὄντα τὸν τεταρταῖον διπλοῦν πολλάκις ἐποίησαν, ἢ πάντως μείζονά τε καὶ χαλεπώτερον εἰργάσαντο· διπλοῦν δὲ ὄντα τριπλοῦν ἐποίησαν, ἢ πάντως γε τοὺς δύο χαλεπωτέρους τε καὶ μείζονας. οἶδα δέ τινα ἰατρὸν, ὅστις ἐτόλμησεν ὑπὸ τριῶν ἐχομένῳ τεταρταίων δοῦναι τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου οὔπω τοῦ νοσήματος ἀκμάζοντος· εἶτα οἷα εἰκὸς αὐξηθέντων ἁπάντων συνεχὴς διαδεξάμενος πυρετὸς ἀπέκτεινε τὸν ἄνθρωπον.

Ἀμφημερινὸν δὲ θεραπεύων ὀξυμέλιτί τε χρῶ κατὰ τὰς πρώτας ἡμέρας καὶ τοῖς οὖρα καλῶς προτρέπειν δυναμένοις καὶ τὸ σύμπαν σοι τῆς διαίτης κεφάλαιον 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]