Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἀρχὰς εἶπον ἀπείργει. ὑγραὶ δὲ δίαιται ὅτι τοῖς ὀξέσι πυρετοῖς ἅπασι συμφέρουσιν ὀρθῶς εἴρηται πάλαι. πτισάνης τε οὖν χυλὸν οἷς οὐκ ὀξύνεται διδόναι καὶ μελίκρατον οἷς οὐκ ἐκχολοῦται καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα καὶ ἄρτον δι’ ὕδατος, ὅσα τ’ ἄλλα τῆς αὐτῆς ἢ παραπλησίας ἐστὶ δυνάμεως. τοῖς δ’ ἰσχυρῶς θερμοῖς καὶ καυσώδεσιν, ὅταν πρῶτον ἴδῃς τὰ τῆς πέψεως σημεῖα, θαῤῥῶν ὕδατος ἤδη ψυχροῦ διδόναι πίνειν τῆς δόσεως τὸ πλῆθος, μετρῶν ὥρᾳ τε καὶ χώρᾳ καὶ ἡλικίᾳ καὶ φύσει καὶ ἔθει. τοιαύτη μέν τις ἐν τῷ καθόλου φάναι τῶν ἄνευ συμπτωμάτων πυρετῶν ἐπιμέλεια.

Τῶν δὲ μετὰ συμπτωμάτων πυρετῶν οὐκ ἔθ’ ἁπλῶς οὕτως, ἀλλὰ μετρῆσαι χρὴ καθ’ ὅσον οἷόν τε πηλίκος μὲν ὁ πυρετὸς, πηλίκον δὲ τὸ σύμπτωμα τὸ τὸν κίνδυνον ἐπιφέρον, καὶ πρὸς τὸ σφοδρότερον ἐν αὐτοῖς καὶ χαλεπώτερον ἵστασθαι, μηδὲ θατέρου παντάπασιν ἀμελοῦντας. φέρε γὰρ εἴ τις πυρέττοι μὴ τῆς καλουμένης πληθωρικῆς διαθέσεως παρούσης, ἀλλ’ ἐξ ἀπεψιῶν τε προσφάτων εἴη καὶ δάκνοιτο καὶ θλίβοιτο τὸ στόμα τῆς γαστρὸς ἢ καὶ χυμόν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]