Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
τε πολλάκις κινοῦντι καὶ ἀγρυπνίας προσφέροντι καὶ τὴν
ἰσχὺν καταβάλλοντι τοῦ νοσοῦντος. οὕτω δὲ καὶ εἰ ἀγρυπνία
σφοδρὰ καὶ εἰ ἄλγημα σύντονον ἐνοχλοίη τὸν νοσοῦντα, φυλακτέον
ἀθρόας τε καὶ πολλὰς κενώσεις. οἷον δέ τι σύμπτωμα
καὶ τὴν τοῦ περιέχοντος ἀέρος ὑπολογιστέον κρᾶσιν, ὅταν γε
ἀκριβῶς ᾖ θερμὴ καὶ ξηρὰ καθάπερ τῆτες ἐν τῷ μεταξὺ κυνὸς
ἀνατολῆς καὶ ἀρκτούρου. καὶ διὰ τοῦτο πάντες ἀπέθανον,
ὧν οἱ μηδ’ ὅλως ταῖς ὥραις προσέχοντες ἰατροὶ τὰς φλέβας
τεμεῖν ἐθάῤῥησαν. οὕτω δὲ καὶ εἰ ψυχρά τις εἴη πάνυ σφόδρα,
καὶ γὰρ οὖν καὶ τότε φυλακτέον ἀποχεῖν τι τοῦ αἵματος, εἰδότας
οὐ μικροὺς ἐν τοῖς τοιούτοις ἀκολουθεῖν κινδύνους.
ἀπόλλυνται δ’ οἱ μὲν ἐν ταῖς θερμαῖς πάνυ καταστάσεσιν οὐκ
ὀρθῶς κενωθέντες ὑπὸ τῆς καλουμένης συγκοπῆς τε καὶ διαφορήσεως.
οἱ δ’ ἐν ταῖς ψυχραῖς ἐν ἀρχαῖς τῶν παροξυσμῶν
καταψυχθέντες σφοδρῶς οὐκέτ’ ἀναφέρουσι. ταῦτ’ ἄρα καὶ
τῶν χωρίων οὔτ’ ἐν τοῖς θερμοῖς ἄγαν οὔτ’ ἐν τοῖς ψυχροῖς
αἵματος ἀφαιρέσει θαῤῥοῦμεν. ἀλλ’ ἐὰν μὲν ὁμολογῇ τὰ τῆς
ὥρας τῷ χωρίῳ, παντάπασιν ἀπεχόμεθα· μὴ ὁμολογούντων
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]