Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

κόμην ἐναφέψων μελικράτῳ διδόναι πίνειν καὶ οἶνον ἐφεξῆς· καὶ παντοίως ῥωννύναι τὰ μόρια διά τε τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων καὶ τοῦ ἀψινθίου ταῖς πόσεσιν. οὐ μὴν κατ’ ἀρχὰς κελεύω σε τοῦτο ποιεῖν οὕτως, ἀλλ’ ὕστερον, ἡνίκα μὲν ἤδη καθαρὰ τὰ περὶ τὴν κοιλίαν ᾖ· περιεχομένων δ’ ἔτι τῶν χυμῶν ἐν αὐτῇ μηδέπω στύφειν, ἀλλ’ ἀρκεῖ θάλπειν μόνον, ὡς ἔμπροσθεν εἴρηται. φλέγματος δὲ πολλοῦ καὶ ψυχροῦ κατὰ τὸ στόμα τῆς γαστρὸς ἠθροισμένου, καταντλεῖν μὲν ἐπὶ πλεῖστον, ἐλαίῳ συνέψων ἀψίνθιον· ἐφεξῆς δὲ τοῦ μελικράτου διδόναι ἢ ὑσσώπου ἤ τι τῶν ὁμοίων ἀποβρέχων ὀξυμέλιτός τε καὶ πεπέρεως καὶ τοῦ διὰ τριῶν πεπέρεων καὶ τοῦ διοσπολιτικοῦ φαρμάκου. καὶ τὸ σύμπαν σοι τῆς διαίτης κεφάλαιον τμητικὸν ἔστω. τὰς δ’ ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν ἐκλύσεις ὁμοίως τοῖς βουλίμοις ἰᾶσθαι, παντὶ τρόπῳ θερμαίνοντα. τόν τε οὖν οἶνον αὐτοῖς διδόναι θερμῷ κεκραμένον καὶ τροφὰς τὰς θερμαίνειν πεφυκυίας, ἀνατρίβειν τε καὶ θάλπειν παρὰ πυρί. τὰς δ’ ἐπὶ θερμασίᾳ πλείονι γινομένας λειποθυμίας τοῖς ἐμψύχειν τε καὶ τονοῦν δυναμένοις. ἐμπίπτουσι

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]