Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

γὰρ αὗται μάλιστα τοῖς ἐν ἀέρι πνιγώδει καὶ βαλανείῳ χρονίσασι. ῥώσεις οὖν αὐτοὺς ἐν μὲν τῷ παραχρῆμα τότε ψυχρὸν ὕδωρ προσραίνων καὶ ῥιπίζων καὶ πρὸς ἄνεμον τρέπων καὶ τρίβων τὸ στόμα τῆς κοιλίας καὶ σπαράττων· ἐφεξῆς δ’ ἤδη καὶ οἶνον διδοὺς καὶ τροφάς. τοὺς δὲ διὰ μέγεθος φλεγμονῆς ἢ καὶ κακοήθειαν σφοδροῦ πυρετοῦ λειποθυμοῦντας ἐν ταῖς εἰσβολαῖς καὶ καταψυχομένους τὰ κῶλα τρίβων ἰσχυρῶς καὶ θάλπων καὶ διαδῶν σκέλη τε καὶ χεῖρας, ἐγρηγορέναι τε κελεύων καὶ σιτίου παντὸς ἀπέχεσθαι καὶ πόματος. ἄριστον δ’ ἐπὶ τούτων προγνῶναι τὸ μέλλον ἔσεσθαι καὶ φθάνειν αὐτὰ πράξαντα πρὸ τοῦ παροξυσμοῦ. καὶ τοὺς διὰ ξηρότητα δὲ συγκοπτομένους ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς ἄριστον προγινώσκειν. εἰ γὰρ ὥραις που δύο ἢ τρισὶν ἔμπροσθεν πρὸ τοῦ παροξυσμοῦ θρέψαις, διακρατεῖσθαί τε πόδας καὶ χεῖρας κελεύσειας, οὐκ ἂν ἀπόλοιντο. εἶναι δὲ χρὴ τὰς τροφὰς εὐπέπτους τε καὶ εὐστομάχους. εἰ δὲ καὶ σφοδρὸν τὸν κίνδυνον ὑπονοήσῃς ἔσεσθαι, φθάνειν οἴνου διδόναι καὶ μάλιστ’ εἰς χόνδρον ἑφθὸν τὸν οἶνον ἐπιχέας προσφέρειν. εἰ δὲ καὶ ἄρτον ἀντὶ χόνδρου δοίης, ἶσον δύναται.

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]