Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

μετρίας δὲ τῆς συγκοπῆς προσδοκωμένης οὐδὲν οἴνου δεῖ, ἀλλ’ ἀρκεῖ τηνικαῦτα ῥοιῶν ἢ ἀπίων ἢ μήλων ἤ τινος ἄλλης ὀπώρας στυφούσης ταῖς τροφαῖς μιγνύναι. καὶ εἰ ἐπὶ τοῖσδε μετρίως τὸν παροξυσμὸν ἐνέγκοιεν, αὖθις τρέφοντας οὐκ ἀναγκαῖον ὀπώραις χρῆσθαι. ταῦτα μὲν πράττειν, εἰ προγνοίης τὸ μέλλον ἔσεσθαι. τοῖς δ’ ἐξαίφνης εἰς τὸν κίνδυνον ἐμπίπτουσιν οἴνου τε διδόναι θερμοῦ καὶ ἄρτου καὶ χόνδρου σὺν αὐτῷ θερμοῦ παντελῶς ὀλίγον. εἰ γὰρ τούτοις πλεῖον δοίης ἢ δυσπεπτότερα σιτία τοῖς οὕτως ἔχουσιν, οὐ συγκοπήσονται μόνον, ἀλλὰ καὶ πνιγήσονται τελέως. τοῖς δὲ δι’ ἔμφραξιν ἐπικαίρου μορίου λειποθυμοῦσιν ὀξύμελί τε διδόναι καὶ τὸ δι’ ὑσσώπου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ μέλιτος πόμα· καὶ τροφὰς τοῦ τμητικωτέρου τρόπου. τὰ γὰρ παχέα καὶ γλίσχρα μεγάλας ἐν τοῖς τοιούτοις ἐργάζεται βλάβας. ἀλλὰ καὶ τὰ κῶλα τρίβειν τε καὶ διαδεῖν οὐδὲν χεῖρον. ἀγαθὸν δὲ καὶ τοῖς οὖρα κενοῦσι χρῆσθαι πόμασιν, οἷα τά τε δι’ ἀνήθου καὶ μαράθρου καὶ σελίνου καὶ πετροσελίνου καὶ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]