Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἄμμεως καὶ δαύκου καὶ νάρδου στάχυος· ἐφ’ οἷς φανερᾶς οὔσης ἤδη τῆς ὠφελείας οἴνῳ χρῆσθαι λευκῷ καὶ λεπτῷ μὴ πάνυ παλαιῷ. γνωριεῖς δὲ τὰς τοιαύτας ἐμφράξεις ταῖς τ’ ἄλλαις ἀνωμαλίαις τῶν σφυγμῶν καὶ μάλισθ’ ὅσαι κατὰ μέγεθός τε καὶ μικρότητα καὶ σφοδρότητα καὶ ἀμυδρότητα γίνονται, μὴ παρούσης τῆς καλουμένης πληθωρικῆς συνδρομῆς. εἰσὶ γὰρ κᾀκείνης κοιναί. γίγνονται δὲ καὶ διαλείποντες ἐπὶ ταῖς μεγάλαις τῶν τοιούτων διαθέσεων οἱ σφυγμοί. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ σφυγμῶν λέγεται. νυνὶ δὲ μεταβῶμεν ἐπὶ τὸν περὶ τῶν ὑπολοίπων ἐκλύσεων λόγον· οἷον ὅσαι τε διὰ ῥῆξιν ἀποστήματος ἢ τομὴν γίγνονται καὶ ὅσαι διὰ κένωσιν ἀθρόαν ἐν ὑδέροις. ἀπόχρη δὲ τούτοις ἐν μὲν τῷ παραυτίκα τοῖς ὀσφραντικοῖς ἀνακτήσασθαι· μικρὸν δ’ ὕστερον ῥοφήμασιν εὐπέπτοις χρῆσθαι. εἰ δὲ διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν ἢ ἔκπληξιν ἐκλυθεῖεν, ὀσφρητικοῖς τε καὶ ταῖς τῶν ῥινῶν καταλήψεσιν ἀνακτησάμενον ἐμεῖν ἀναγκάζειν. ὡσαύτως δὲ καὶ τοὺς ἐπὶ τραύμασιν ἢ καθάρσεσιν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]