Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
ἢ ἀλγήμασι τοῖς κατὰ τὰ ἄρθρα καὶ νεῦρα καὶ τῶν
μυῶν τοὺς τένοντας ἔν γε τῷ παραχρῆμα δεῖ ἀνακτᾶσθαι·
μετὰ δὲ ταῦτα τὴν προσήκουσαν ποιεῖσθαι τοῦ παθήματος
θεραπείαν. αἱ δ’ ἐπὶ τοῖς κωλικοῖς πάθεσιν ἢ τοῖς εἰλεοῖς
ἤ τινι τῶν οὕτω μεγάλας ἐπιφερόντων ὀδύνας ἑπόμεναι λειποθυμίαι
ταῖς τε τῶν πεπονθότων μορίων ἀλέαις μάλιστα
καθίστανται καὶ ταῖς τῶν ἄκρων τρίψεσιν. τὰς δὲ δι’ ἀῤῥωστίαν
οἰκείαν τῶν διοικουσῶν τὸ σῶμα δυνάμεων ἐκλύσεις
ἐπὶ δυσκρασίᾳ τῶν μορίων ἐκείνων γιγνομένας, ὅθεν αἱ δυνάμεις
ὁρμῶνται, ταῖς ἐναντίαις δυσκρασίαις ἰᾶσθαι προσήκει,
θερμαίνοντας μὲν τὰς ψυχρὰς, ψύχοντας δὲ τὰς θερμὰς, ἐπί
τε τῶν ἄλλων ἀνάλογον. ἡ μὲν οὖν ζωτικὴ καλουμένη δύναμις,
ἣν ἐκ καρδίας ὁρμωμένην ἐδείξαμεν, ἐκ τῶν ἀμυδρῶν
σφυγμῶν γνωρίζεται. ἡ δ’ ἐξ ἥπατος μὲν ὁρμωμένη,
θρεπτικὴ δ’ ὀνομαζομένη, ταῖς αἱματώδεσι διαχωρήσεσι κατ’
ἀρχὰς μὲν ὑδατώδεσί τε καὶ λεπταῖς γιγνομέναις, ὕστερον δὲ
παχείαις, οἵαπερ ἡ ἀμοργή. τὴν δ’ ἀπ’ ἐγκεφάλου μὲν ὁρμωμένην
δύναμιν ἐξαιρέτως δ’ ὑπό τινων ὀνομαζομένην ψυχικὴν,
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]