Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

δυναμένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόμενον ἐν τῷ πεπονθότι τόπῳ· τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι μορίοις. εἰς ἃ δὲ χρὴ βλέποντας κενοῦν, εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἔτι δι’ ὀλίγων ὑπομνήσομεν· ὥστε κᾀν τοῖς ἑξῆς ἅπασι μεμνημένον σε μηκέτι δεῖσθαι καθ’ ἕκαστον πάθος ἀκούειν τοὺς ἐνδεικνυμένους σκοποὺς τὰς κενώσεις. ἡλικίαν μὲν οὖν καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν καὶ τὴν ῥώμην τοῦ κάμνοντος καὶ τὴν ἕξιν καὶ τὸ ἔθος καὶ αὐτὴν τὴν τοῦ νοσήματος ὑπόθεσιν ἐπιβλέπειν ἐφάσκομεν δεῖν. ἐκ τούτων γὰρ, ὅτε χρὴ κενοῦν ἢ μὴ κενοῦν καὶ ὅθεν καὶ ὅπως, εὑρεθήσεται, οἷον ἐπὶ τῆς προκειμένης διαθέσεως· εἰς γόνυ φερέσθω τὸ ῥεῦμα καὶ τοῦτ’ ἐπὶ πλεῖστον ἀθρόως ἐξαιρέσθω. φαινέσθω δέ σοι καὶ τὸ σύμπαν σῶμα μεστὸν αἵματος καὶ ἡ δύναμις τοῦ νοσοῦντος ἰσχυρὰ καὶ ὁ καιρὸς τοῦ ἔτους ἔαρ ἔστω καὶ τὸ χωρίον εὔκρατον καὶ ὁ νοσῶν μειράκιον ἢ νεανίσκος, οὗτος αἵματος κενώσεως τῆς ἐκ τῶν ἄνω χωρίων δεῖται καὶ χρὴ τεμεῖν αὐτοῦ τῶν ἐν ἀγκῶνι φλεβῶν, ἤτοι τὴν ἐντὸς ἢ τὴν μέσην. εἰ δὲ τῶν ἄνωθέν τι 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]