Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἐπεπόνθει, κάτωθεν ἀπάγειν τοῦ αἵματος. ἀεὶ γὰρ εἰς τοὐναντίον τὴν τοῦ ῥεύματος ὁρμὴν ἀντισπᾷν ξυμφέρει. καταπλάττειν δὲ τῷ διὰ τοῦ ἀειζώου καὶ λεπισμάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειμένῳ· κάλλιστον γὰρ τοῦτό γ’ ἔν τε τοῖς τοιούτοις καὶ πάνθ’ ὅσων δεόμεθα δρᾷν δυνάμενον. ἀποκρούεται γὰρ τὸ ἐπιῤῥέον καὶ ξηραίνει τὸ περιεχόμενον καὶ ῥώννυσι τὰ πέριξ μόρια. καὶ ἄλλα δὲ μυρία φάρμακα κατὰ τὸν αὐτὸν τρόπον ἔνεστί σοι συντιθέναι. ὧν τὴν μέθοδον τῆς συνθέσεως ἐν τοῖς περὶ φαρμάκων μεμάθηκας. ὅθεν κᾀγὼ καθ’ ἕκαστον ἕν τί σοι παραγράψω καὶ ὑπόμνημά τε ἅμα καὶ παράδειγμα τῆς τῶν ἄλλων δυνάμεως ἐσόμενον. εἰ μὲν δὴ μὴ σφοδρῶς ὀδυνῷντο, τοῖς τοιούτοις χρῆσθαι· σὺν ὀδύνῃ δὲ μείζονι τοῦ ῥεύματος ἐμπεσόντος οὐ χρὴ μὲν οὐδ’ οὕτως οὐδ’ ὕδωρ θερμὸν οὔτ’ ἔλαιον οὔτε τὰ διὰ τῶν πυρίνων ἀλεύρων προσφέρειν καταπλάσματα. πολέμια γὰρ ἅπαντα τὰ τοιαῦτα ταῖς ῥευματικαῖς διαθέσεσι, κᾂν εἰ παραχρῆμα δόξειε ῥᾳστώνην τινὰ φέρειν. ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραμυθήσασθαι τὸ σφοδρὸν

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]