Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)
Kühn 1826
δὲ κατὰ τὸ μόριον πύου, καταπλάττειν μὲν ἀναγκαῖον
ἅπαξ ἢ δίς που. καὶ ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ
τῶν κριθῶν ἄλευρον. παραπλέκειν δ’ ὁμοίως τι κᾀν τούτοις
ἢ ὄξους ἢ οἴνου. καὶ διελόντα καὶ κενώσαντα τὸ πῦον
φυλάττεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ.
καὶ εἰ ἀπονίψαι ποτὲ δέοι τὸ τραῦμα, μελικράτῳ τε ἢ
ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. ἐπιτιθέναι δ’,
εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασμα. μὴ
φλεγμαίνοντος δὲ τῶν τε ἄλλων φαρμάκων τι τῶν ἐμπλαστῶν,
οἷς ἐπὶ ταῖς τοιαύταις τομαῖς χρώμεθα καὶ οὐχ
ἥκιστά γε τῷ διὰ τῆς χαλκίτεως. ἐπιτιθέναι δὲ κατ’ αὐτῶν
ἔξωθεν σπόγγον ἢ ἔριον οἴνῳ βρέχοντας στρυφνῷ. μὴ
παρόντος δὲ τοῦ στρυφνοῦ, τῷ ὕδατι μίξαντας ὄξους τοσοῦτον,
ὡς πίνειν δύνασθαι, τούτῳ βρέχειν. ἐπιτήδειοι δ’
εἰς ταῦτα καὶ ὅσοι θαλάττης ἔχουσιν οἶνοι. καὶ αὐτὸς δ’
ἂν ἐπὶ τοῦ καιροῦ τεχνήσαιο, μιγνύων ἁλῶν τῷ παρόντι.
τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρμάκων προσφέρειν,
Work
Title: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 1-146
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_079.xml [300 Kb]