Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

εἰς τὴν κοίλην φλέβα ἔρχεται, μεθ’ ἣν εἰς καρδίαν· ἔπειθ’ οὕτως εἰς πνεύμονα. καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς οὐ καθ’ ἕκαστον τούτων τῶν μορίων, χυμοῖς τέ τισιν ἀναμίγνυται καί τινα μεταβολὴν καὶ ἀλλοίωσιν οἰκείαν τῇ φύσει τοῦ σπλάγχνου δέχεται. ὥστε τὸ καταλειπόμενον αὐτοῦ τῆς δυνάμεως παντελῶς ἐστι μικρὸν καὶ ἀμυδρὸν ἢ ὅσον αὔταρκες εἰς τὴν ὠφέλειαν τοῦ πεπονθότος. ἡ μὲν οὖν παρὰ τῆς θέσεως τῶν μορίων ἔνδειξις εἰς τοσοῦτον ἄρα τὴν θεραπείαν ὑπαλλάττει· ἡ δὲ παρὰ τῆς δυνάμεως εἰς ὅσον νῦν ἐρῶ. ἐπειδὴ τῶν μορίων τοῦ σώματος τὰ μὲν ἐπιῤῥύτοις διοικεῖται δυνάμεσι, τὰ δὲ καὶ συμφύτοις· τούτων δ’ αὐτῶν τὰ μὲν ἑαυτοῖς μόνοις, τὰ δὲ καὶ ἄλλοις ἀρχαὶ δυνάμεών εἰσι· καὶ τῶν μὲν ἴδιον τοὖργόν ἐστι, τῶν δὲ κοινὸν, ἀναγκαῖον ὑπαλλάττεσθαι τὸ τῆς θεραπείας εἶδος ἐν ἑκάστῃ τῶν εἰρημένων διαφορῶν. πολλὰ γὰρ τῶν προειρημένων βοηθημάτων λύει μὲν τὰ πάθη, βλάπτει δὲ τὰς συμφύτους τῶν μορίων δυνάμεις, ὧν δὲ ἡ βλάβη παντὶ τῷ σώματι διαφέρει, διττῶς τούτου γιγνομένου, παρ’ ὅσον ἤτοι δυνάμεώς

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]