Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἐστιν ἀρχὴ τὸ σπλάγχνον, ἅπασι τοῖς μέρεσι κοινὴ ἢ τοὖργον αὐτοῦ παντὶ τῷ σώματι χρήσιμον. ἧπαρ μὲν γὰρ καὶ καρδία καὶ ἐγκέφαλος καὶ ὄρχεις ἀρχαὶ δυνάμεών εἰσι κοιναὶ ὅλῳ τῷ σώματι. γαστρὶ δὲ καὶ μήτρᾳ ἔμφυτοι μὲν αἱ δυνάμεις καὶ οὐδενὸς ἄλλου κοιναί. τό γε μὴν ἔργον τὸ μὲν τῆς γαστρὸς ἅπαντι τῷ σώματι χρήσιμον· τὸ δὲ τῶν μητρῶν οὐκέτι. βλάπτει δὲ πολλάκις ἡ τοῦ πάθους ἴασις τὴν δύναμιν τοῦ μέρους· τά τε γὰρ ἀμέτρως χαλῶντα λύει τὸν τόνον, ὥστε καὶ τὴν δύναμιν τοῦ μέρους· τὰ δ’ ὑπερβαλλόντως ψύχοντα σβέννυσι τὸ ἔμφυτον θερμὸν, ὃ τάχα μὲν, ὥς τισιν ἔδοξε τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων, ἡ οὐσία τῶν δυνάμεών ἐστιν, εἰ δὲ μὴ, ἀλλὰ τό γε πρῶτόν τε καὶ ἀναγκαιότατον αὐτῶν ὄργανον. ἤδη δὲ καὶ ποιότητές τινες ἄτοποι καταλυτικαὶ τῶν δυνάμεών εἰσιν. οὐδὲν οὖν τούτων χρὴ παρέρχεσθαι κατὰ τὰς ἰάσεις, ἵνα μή ποτε λάθωμεν ἡμᾶς αὐτοὺς εἰπόντας τὸ μὲν πάθος ἐθεραπεύθη, ὁ δὲ ἄνθρωπος ἀπέθανεν· ὅπερ ὁσημέραι γιγνόμενον ὁρᾷς ὑπὸ τῶν πλείστων, ὅσοι τήν τε ἄλογον τριβὴν πρεσβεύουσι καὶ τὴν ἅπασι τοῖς τῆς τέχνης καλοῖς

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]