De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)
Kühn 1826
τις χρῆσις ἤδη τοῦ βοηθήματος ἦν, οὐκ ἐφ’ ἑνὸς μόνον οὐδὲ τοῦ τυχόντος πάθους, ἀλλ’ ἐπὶ τῶν πλείστων τε καὶ ὀξυτάτων, οὕτως γὰρ ὁ Ἱπποκράτης γε αὐτὸς, ὁ τῶν καλῶν τῆς τέχνης ἁπάντων ἡμῖν ἡγεμὼν, οἵ τ’ ἄλλοι παλαιοὶ φαίνονται χρώμενοι. τί δή ποτε παθὼν ὁ Ἐρασίστρατος ἠμέλησε τελέως τὸν ὑπὲρ αὐτῆς διεξελθεῖν λόγον; καὶ γὰρ ἀρεσκόμενον ἐχρῆν ἐπισημαίνεσθαι τοῖς πάθεσιν αὐτὸ προσαναγράψαντα, καθάπερ τἄλλα βοηθήματα, καὶ ἀρεσκομένου εἰπεῖν αἰτίαν δι’ ἣν ἀρέσκεται. ὁ δὲ τοσοῦτον ἀποδεῖ τὸν λόγον ὑποσχεῖν περὶ τῆς τοῦ βοηθήματος δυνάμεως, ὥστ’ οὐδ’ ὅτι χρηστέον ἢ μὴ χρηστέον ἐμήνυσεν, οὐδ’ ὅλως ἐτόλμησεν ἀποφήνασθαι ἣν ἔχει γνώμην πλὴν ἅπαξ, ὡς εἶπον, ἐφ’ ἑνὸς πάθους, καίτοι κᾀξ αὐτῶν ὧν σιωπᾷ κατάφωρον αὐτοῦ τῆς γνώμης τὸ κεφάλαιον. οὐ γὰρ δὴ ἀρεσκόμενόν γ’ ἂν αὐτῷ παρέλιπεν, οὐδὲ τὰ μὲν σμικρὰ τῶν τοῖς πάθεσιν συμφερόντων γραφῆς ᾤετο δεῖσθαι, τὰ δ’ οὕτω μεγάλα δύνασθαί τινα καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν αὐτὸν ἐξευρεῖν.
Ἡ δ’ αἰτία δι’ ἣν οὐκ ἐχρῆτο φλεβοτομίᾳ, τὸ μὲν ἀληθέστατον φάναι, τάχ’ ἄν τῳ δόξειε μαντείας δεῖσθαι.
Work
Title: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 147-186
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_080.xml [80 Kb]