Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

τί γὰρ ἄν τις εἰδείη πῶς Ἐρασίστρατος ἐγίνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐμνημόνευσε διεξοδικῶς; ὅμως δ’ οὖν ἐτόλμησάν τινες ἀπομαντεύσασθαι τῆς γνώμης αὐτοῦ. κατάφωροι δ’ εἰσὶν ἁμαρτάνοντες οὐχ ἥκιστα ἐξ ὧν πρὸς ἀλλήλους διαφέρονται. δοκεῖ γὰρ αὐτῶν οὐδενὶ τὰ αὐτὰ, καὶ τὸ πάντων δεινότατον, ὅτι μηδ’ αὐτοῖς τοῖς συμφοιτηταῖς μὲν τοῦ Ἐρασιστράτου, μαθηταῖς δὲ Χρυσίππου τοῦ Κνιδίου, οὗπερ δὴ πρώτου τὸ δόγμα τοῦτ’ ἦν, μὴ χρῆσθαι φλεβοτομίᾳ· οὐδὲ γὰρ ἐκείνοις ὁμολογεῖται περὶ τῆς Χρυσίππου γνώμης οὐδέν. ἀλλὰ τὰ μὲν ὑπό τε Ἀποιμάντου καὶ Στράτωνος εἰρημένα καταγέλαστα. καὶ γὰρ τὸ σχάσαι τὴν φλέβα δύσκολον εἶναί φασιν καὶ τὸ διαγνῶναι καὶ τὸ διαιρῆσαι τὴν ἀρτηρίαν αὐτὴν, μετὰ δ’ ἐν τούτῳ κακὸν ἀποβαίνει, εἰ ἀντὶ φλεβὸς ἀρτηρίαν διαιρεῖσθαι συμβαίνει· καὶ ὅτι δείσας τις ἔθανεν, ὁ μὲν καὶ πρὸ τοῦ τμηθῆναι τὸ ἀγγεῖον, ὁ δὲ καὶ τμηθεὶς οὐκ ἀνεκομίσθη· καὶ ὅτι ἡμοῤῥάγησέ τις ἀνεπισχέτως· τὰ δ’ ὑφ’ ἑτέρων λεγόμενα, τῶν μὲν, ὅτι τοῦ μέτρου τῆς 

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download