Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

κενώσεως ἐστοχάσθαι χαλεπὸν, ὥστε ἀναγκαῖον ἢ ἐνδεῶς κενώσαντι μηδὲν εἶναι πλέον ἢ τὸ σύμμετρον ὑπερβαλόντι μεγίστην ἀκολουθῆσαι βλάβην. τί γὰρ ἂν ἀποδέοι, φασὶ, σφαγῆς ἄμετρος φλεβοτομία; τῶν δὲ, ὅτι παρέμπτωσις τοῦ πνεύματος ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας γένοιτ’ ἂν, ἀκολουθήσει γὰρ ἐξ ἀνάγκης κατὰ τὰς συναναστομώσεις τοῦ αἵματος κενουμένου τὸ πνεῦμα· τῶν δ’, ὅτι τοῦ πάθους τῆς φλεγμονῆς ἐν ἀρτηρίαις συνισταμένου, περιττὸν ἐκκενοῦν τὰς φλέβας. τὰ δὲ τοιαῦτα κᾂν εἴ τινι ἔδοξεν εἶναι πιθανὰ, κατά γε τὴν ἀλήθειαν αὐτὴν οὔτε πιθανὸν οὐδὲν ἔχει καὶ ψευδῆ φανερῶς ἐστι· πολλῷ γὰρ ἂν ἦσαν πιθανώτεροι ταῦτα λέγοντες ἅπερ ἑτέροις τισὶν ἐκ τῆς τῶν χυμῶν φύσεως ὁρμωμένοις εἴρηται. καὶ τάχ’ ἂν ἴσως καὶ δέοιτό τις πρὸς ἐκείνους λόγου πλείονος, ἀλλ’ οὐ νῦν καιρός· εἰς μακρόν τε γὰρ οὕτω λόγον μῆκος ἐκπεσεῖν ἀνάγκη, καὶ ἄλλως οὐδὲν κατεπείγει τὰ μήθ’ ὑπ’ Ἐρασιστράτου μήθ’ ὑπ’ ἄλλου τινὸς τῶν Χρυσίππου μαθητῶν εἰρημένα νῦν ἐπιχειρεῖν ἐξελέγχειν.

Ἄριστα οὖν μοι δοκῶ διαθέσθαι τὸν

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download