Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

αἵματος εἰς τὰς ἀρτηρίας. εἶτα ἐφεξῆς πάλιν ἀκόλουθον τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ ἔσονται. οὐκοῦν ὅτι μὲν χρὴ κενῶσαι τὸ πλῆθος καὶ ὅτι δέξασθαι πάλιν εἰς ἑαυτὰς αἱ φλέβες οὐκ ἂν δύναιντο τὸ αἷμα μεσταὶ τυγχάνουσαι καὶ διατεταμέναι, συμφωνεῖται τοῦτό γε καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ. τὸ δὲ ὅτῳ χρὴ τρόπῳ κενῶσαι αὐτὰς τὸ ἀμφισβητούμενόν ἐστιν.

Ἐγὼ μὲν οὖν ᾤμην, ἐπειδὴ ἅπαξ τὸ κενούμενον ὡμολόγηται, ῥᾷστόν τε ἤδη καὶ ἑτοιμότατόν ἐστιν τεμεῖν τὴν φλέβα· καὶ γὰρ ἂν τάχιστα οὕτω καὶ αὐτὰς μόνας τὰς φλεγμονὰς ἐξεκενώσαμεν, ὡς αἵ γε ἀσιτίαι πρὸς τῷ χρόνου δεῖσθαι μακροῦ καὶ ὅλην τὴν ἕξιν κενοῦσιν ὁμοίως· τὸ δὲ οὐ χρή. τί γὰρ ἄν τις κενοίη τὸ μὴ δεόμενον κενώσεως ἢ τί τὰς σάρκας ἐκτήκοι, παρὸν ἀποχεῖν τοῦ αἵματος; ἵνα τἄλλα ὅσα ταῖς μακραῖς ἀσιτίαις ἐξ ἀνάγκης ἕπεται κακὰ παραλείπω, 

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download