Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

παθημάτων ὑπομένουσαν, εἰ καλῶς ἐκκρίνεται τὰ καταμηνία· ἰσχομένων δ’ αὖ πάλιν ἕτοιμον ἐν παντὶ κακῷ γενέσθαι. καὶ αἱ κενώσεις ἰάματα. καταλιπὼν δὲ ἤδη τὰς γυναῖκας ἐπὶ τοὺς ἄνδρας ἐλθὲ, καὶ μάθε, πόσοι μὲν αἱμοῤῥοΐδι τὸ περιττὸν εἰθισμένοι κενοῦσθαι, πάντες ἀπαθεῖς νοσημάτων διατελοῦσι, πόσοι δ’ ἐπισχεθείσης τῆς κενώσεως ἐν χαλεπωτάτοις ἐγένοντο. πότερον οὐδὲ τούτων ἀποκενώσεις τοῦ αἵματος, οὐδ’ ἂν συναγχικοὶ γενόμενοι τύχωσιν, οὐδ’ ἂν περιπνευμονικοί. ἀλλ’ ὑπὸ τοῦ μὴ ἀναθέσθαι τὰ κακῶς ἐγνωσμένα περιόψει τοσούτους ἀπολλυμένους; σὺ μὲν ἴσως τοῦτο δράσεις, ἐγὼ δ’ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ σπασμὸν καὶ ὕδερον αἵματος κενώσει πολλάκις ἰασάμην. οὕτως γὰρ ἥτε μακρὰ πεῖρα διδάσκει με, ὅ τε λόγος οὕτως ἐπὶ τὴν πρόφασιν κελεύει ἔρχεσθαι καὶ τῆς προφάσεως τὴν ῥοπήν. ὅτι δὲ καὶ ἡ πεῖρα, τὰ τῶν ἐμπειρικῶν ἀναγνοὺς εἴσῃ γράμματα.

Μὴ τοίνυν ἔτι φιλονεικεῖν Ἱπποκράτει μόνῳ δόκει κενοῦν αἷμα παραινοῦντι, κᾂν εἰς τρόμον, κᾂν εἰς ὕδερον, 

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download