Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

ὅμοιον αἱμοῤῥοϊδι, τοῦτο οὐκ ἔτι πάντες γιγνώσκουσι, καίτοι σαφῶς Ἱπποκράτους διδάξαντος, ἀλλ’ ὅσοι γνησίως ὡμίλησαν αὐτοῦ τοῖς γράμμασιν, οὗτοι μόνοι πῶς μὲν αἱμοῤῥοῒς γίγνεται μεμαθήκασι παρ’ αὐτοῦ, πῶς δὲ καὶ δυσεντερία, πῶς δὲ καὶ κιρσὸς, ὅτι τε οὐ διὰ παντὸς ἕκαστον τούτων συνιστάμενον κωλυτέον, ἀλλ’ ὅτι ὅτε συνεργητέον, ἢ τῆς φύσεως ἡσυχαζούσης, αὐτῇ τὸ πᾶν διατρεπτέον, ὅτε οὕτω συμφέρει τοσοῦτον ἀποδέουσιν οἱ ταῦτα μαθόντες τὴν δυσεντερίαν καὶ κιρσὸν καὶ αἱμοῤῥοΐδα πρὸ τοῦ καιροῦ σπεύδειν ἰᾶσθαι, ὥστε αὐτοὶ μηχανῶνται μηδ’ ὅλως ὄντα ποιῆσαι. καὶ ἔγωγε πολλοὺς οἶδα καὶ μελαγχολήσαντας καὶ ἄλλως ἐκμανέντας ἐπὶ τοιαύταις κενώσεσιν ἰατρῶν ἀμαθείᾳ κωλυθείσαις. οἱ δέ τινες αὐτῶν πλευρίτισι καὶ νεφρίτισιν ἑάλωσαν, ἄλλοι δὲ αἵματος ἤμεσαν ἐκ γαστρὸς, ἢ ἐκ θώρακος ἀνέβηξαν, ἢ παραπληγίαις ἢ ὑδέροις ἀπώλοντο. ταῦτ’ ἐγὼ χρῆναι γινώσκειν φημὶ τὸν ἰατρόν. αὕτη μεγάλη περὶ τὰς κενώσεις τέχνη.

Τὸ δ’ ὅσον χρὴ κενοῦν αἵματος πλεονάζοντος οὐδὲν μέγα. τί δήποτ’ οὖν παρεῖδεν ὁ Ἐρασίστρατος

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download