De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)
Kühn 1826
οὐδένα πεποίηται. σχεδὸν γὰρ οὔτε τοὔνομα τῆς φλεβοτομίας
ἐστὶν εὑρεῖν ἐν οὐδενὶ συγγράμματι, πλὴν ἅπαξ ἐν τῷ
περὶ αἵματος ἀναγωγῆς, ἐπιμνησθέντος αὐτοῦ κατὰ τὸ πάρεργον
μᾶλλον, ὡς ἄν τῳ δόξειεν, ἢ μετά τινος ἀξιολόγου
σπουδῆς· μάθοις δ’ ἂν ἐξ αὐτῆς τῆς ῥήσεως ἐχούσης ὧδε·
ἀποδέσεις δὲ ποιεῖσθαι παρά τε τὰς μασχάλας καὶ τοὺς βουβῶνας
μὴ ὥσπερ ἔνιοι τῶν μιμουμένων τὰς θεραπείας οὐδὲν
παρακολουθοῦντες αἵματος χάριν ταῦτα ποιοῦνται, ἀλλ’
ἀποπιέζονται ἱκανῶς τοῖς δεσμοῖς. ἐν γὰρ τοῖς ἀποδουμένοις
μέρεσι τοῦ σώματος πλεῖον αἷμα ἀπολαμβάνεται· δηλοῖ δὲ
ἥ τε διάτασις τῶν φλεβῶν καὶ ἡ φλεβοτομία· πολὺ γὰρ πλεῖον
ῥεῖ, ὅτε ἀποδεθῇ τὸ φλεβοτομούμενον μέρος τοῦ σώματος.
ἐπὶ δὲ τῆς ἀναγωγῆς τοῦ αἵματος πλεῖστον ἀπολαμβάνεται
τοῦ αἵματος ἀπὸ τῆς ἀποδέσεως ἔν τε τοῖς σκέλεσι
καὶ τοῖς βραχίοσιν. ἐλάσσονος γὰρ γινομένου τοῦ περὶ τὸν
θώρακα καὶ ἐλαφροτέρα ἔσται ἡ ἀναγωγή. τὸ δ’ αὐτὸ τοῦτο
βούλονται ποιεῖν καὶ οἱ φλεβοτομοῦντες τοὺς ἀνάγοντας τὸ
αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος, οὐ μόνον τὸ παρὸν
Work
Title: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 147-186
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_080.xml [80 Kb]