De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)
Kühn 1826
ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς γὰρ ἐνταῦθα τὸν κατ’ ἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ τὴν φλεγμονὴν λιμαγχονουμένου τἀνθρώπον.
Καὶ οὐ δέομαι πάλιν ἐνταῦθα ληρούντων Ἐρασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγμαίνουσιν ἀνθρώποις εἶπεν, ἀλλ’ αὐτὸν Ἐρασίστρατον ἐξηγούμενον ἑαυτὸν ἔχω δι’ ὧν ἔμπροσθεν ἐμνημόνευσα ῥήσεων. ἐκ μὲν τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινομένων φλεγμονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύματος. ἐν ἀμφοτέροις γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν κενουμένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷμα. τί γὰρ φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ
Work
Title: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 147-186
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_080.xml [80 Kb]