De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)
Kühn 1826
ὅ βούλομαι, τηνικαῦτα δὴ καὶ τῆς παρὰ σοῦ μαρτυρίας
μνημονεύσω. ἡ ἀσιτία οὐ δήπου τῶν ὄντων τι πραγμάτων
ἐστὶν, οὐ μᾶλλον ἢ τυφλότης ἢ κωφότης, ἀλλὰ πάντα τὰ
τοιαῦτα στερήσεις τῶν ὑπαρχόντων εἰσί. αὐτὸ μὲν γὰρ τὸ
προσενέγκασθαι σιτία τῶν ὄντων ἐστὶν, ὅθεν αὐτὴν καὶ τοὔργον
εὑρήσεις ὑπάρχειν θρέψιν τοῦ σώματος. τὸ μὴ προσενέγκασθαι
οὐ ταὐτὸν τῶν ὑπαρχόντων ἐστὶν, οὔτ’ ἔργον αὐτοῦ
δεῖξαι δυνήσῃ, καθάπερ ἱδρώτων μὲν καὶ φλεβοτομίας καὶ
κλυστῆρος κένωσιν, ἐδεσμάτων δὲ θρέψιν. μέση τοίνυν
ἀμφοῖν ἐστὶν ἡ ἀσιτία τοῦ τε κενοῦν καὶ τοῦ τρέφειν.
οὔτε γὰρ τρέφει οὔτε κενοῖ. πῶς οὖν, φησὶν, ἀπέθανον πολλοὶ
κατ’ ἔνδειαν ἀπορίᾳ σιτίων; οὐ τῇ τῶν σιτίων ἀπορίᾳ, φήσομεν,
ἐπεὶ οὕτω γ’ ἂν οὐδὲ τὰ φωλεύοντα ζῶα τροφῆς ἀποροῦντα
διαρκεῖν ἐδύνατο. διαρκεῖ δέ γε, καὶ τοῦτ’ αὐτὸς ὁ
Ἐρασίστρατος λέγει καὶ τὴν αἰτίαν προσθίτησιν. ἅπαν γὰρ,
φησὶ, τὸ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν,
ἀλλ’ ἢ πλέον ἢ ἧττον, ὡς ἂν καὶ μανότητος ἔχει. τοῦ δ’
Work
Title: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 147-186
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_080.xml [80 Kb]