
De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
κωλύοντας· ἐπεὶ ᾧ συνήθες εἶναι τοῖς οἰκείοις τῆς γυναικὸς
καὶ πρεσβύτεραι μᾶλλον ἐπιστεύοντο. πείθειν μὲν αὐτοὺς ἔτι
περὶ τῆς φλεβοτομίας οὐδὲ ἐπεχείρησα, προσανηρώτησα δ’ εἰ
μὴ κωλύοιεν ἐρεθίζειν ἐπὶ μήτραν τὸ αἷμα τοῖς τοῦτ’ ἐργάζεσθαι
δυναμένοις φαρμάκοις. ὡς δὲ συνεχώρησαν, ἑτοίμως
τὴν συνήθη τῇ καμνούσῃ μαιεύτριαν ἐξευρὼν ἐπὶ τὴν
χρῆσιν αὐτῶν προὔτρεπον. ἡ δὲ κεχρῆσθαι καθ’ ὃν ἐχρῆν
καιρὸν ἔλεγεν, ἡνίκα ἐπίδοξος ἡ ἔμμηνος ἦν ἔσεσθαι κάθαρσις.
ἐμέμνητό τε τῶν φαρμάκων ἃ προσήνεγκε τῇ
γυναικὶ, δοκίμων ἁπάντων ὄντων, ὡς μὴ δόξαι τινὰ τῇ
τούτων ἀσθενείᾳ τὴν βοήθειαν ἄπρακτον γενέσθαι. ταῦτά
τε οὖν ἐγὼ πυθόμενος, ἔτι τε πρὸς τούτοις ὅτι τέταρτος
εἴη μὴν πεπλησμένος τῆς ἐπισχέσεως τοῦ αἵματος, αὖθις
ἐντυχὼν τοῖς ἰατροῖς ἐπεχείρουν πείθειν ἐπὶ τὴν φλεβοτομίαν
ἀφικέσθαι. μὴ βουληθέντων δὲ θαυμάζων εἰ διὰ μὲν
τῆς μήτρας ἐκκενῶσαι τὸ περιττὸν αἷμα σπουδάζουσιν, ἀναστομώσαντες
δηλαδὴ φλέβας ἐνταῦθα πολλὰς, ἄλλης δέ
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]