
De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
ἀξιούντων, ἐρεθίζειν τε διὰ μήτρας, ἐπιμένειν τε
ταῖς ἀσιτίαις, ἐγὼ μὲν ἐχωρίσθην, ὡς ἂν μηδὲν ἀνύσειν ἐλπίζων
διά τε τὴν ἡλικίαν τῶν ἀνδρῶν καὶ τὴν δόξαν. ἡ γυνὴ
δ’ ἀπέθανεν οὐ μετὰ πολὺν χρόνον, ἀνιάτῳ δυσπνοίᾳ συσχεθεῖσα.
καὶ μὲν δὴ καὶ συναγχικῶν ὑπὸ τῶν αὐτῶν τούτων
ἰατρῶν κωλυθέντων φλεβοτομῆσαι διὰ ταχέων ἀποθανόντων.
καὶ πάλιν ἄλλον τινα ἦρος ὥρᾳ, δι’ ὅλου μὲν τοῦ χειμῶνος
ἐμπεπλησμένον ἄνευ γυμνασίων, ἐρυθροὺς δὲ οὕτω τοὺς
ὀφθαλμοὺς ἔχοντα καὶ τὸ πρόσωπον ὅλον, ὡς εἰ καί τις μὲν
ἐρείσας χαμαὶ τὴν κεφαλὴν, ὑψηλὰ δ’ ἀνατείνας τὰ σκέλη,
χρονίσει ἐν τούτῳ τῷ σχήματι, πεμπταῖος οὗτος δυσπνοήσας
ἐπνίγη. τετάρτην ἐπὶ τούτων γυναῖκα τῆς ἐμμήνου καθάρσεως
ἐπεσχημένης οὐκ ὀλίγου χρόνου κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ
θάνατον ἐποδήγουν οἱ τῆς φλεβοτομίας ἐχθροὶ, τὰς τρεῖς μὲν
ἡμέρας ἐν πρώτοις ἐν ἀσιτίᾳ φυλάξαντες· καὶ γὰρ καὶ ὁ πυρετὸς
ἦν αὐτῇ συνεχής· τῇ τετάρτῃ δὲ δόντες αὐτῇ ὀλιγοστόν
τι ῥοφήματος, εἶτα τῇ πέμπτῃ πάλιν ἀσιτεῖν κελεύσαντες,
ἐν ᾗ καὶ παροξυνθεῖσα σφοδρότερον ἀνεπήδα τε παραφρονοῦσα
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]