De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
καταγελῶντες, εἶτα σὺ μὲν, φασὶ, γινώσκεις τὸ ἀκόλουθον,
Ἐρασίστρατος δ’ οὐκ ἐγίνωσκεν; ἀγύμναστος ἦν δηλαδὴ
τὸν λογισμὸν, ὃν γεγύμνασαι σὺ μᾶλλον ἐκείνου, καὶ εἴπερ
ἔζη, συνεβουλεύσαμεν ἂν αὐτῷ παρὰ σὲ φοιτᾷν, ἵν’ ἐθισθῇ
γινώσκειν ἀκόλουθόν τε καὶ μαχόμενον. ἔπειτ’ ἐντεῦθεν
ἐκτραπόμενοι συνείρουσι τοὺς ἀσελγεῖς εἰς ὕβριν τῶν προσδιαλεγομένων,
οὕτω πολλοὺς ἐφεξῆς ὡς μηκέτ’ ἂν ἐπιτρέπειν
φθέγξασθαι μηδενὶ, καὶ τοῦτ’ αὐτοῖς ἐστὶ τὸ τέλος τῆς συνουσίας.
ἀλλ’ ἡμῖν γε νῦν οὐχ ὡς ἄν τις ἀμείψαιτο τὸν
ὑπαρξάμενον λοιδορεῖσθαι ζητοῦμεν, ἀλλὰ πρῶτον μὲν εἰ Ἐρασίστρατος
ἐχρήσατο φλεβοτομίᾳ, δεύτερον δὲ περὶ τῆς δυνάμεως
τοῦ βοηθήματος. ἑκατέρου δ’ αὐτῶν ἀποδείξεις εἰσὶν
ἴδιαι· τοῦ μὲν μὴ χρῆσθαι φλεβοτομίᾳ τὸν ἄνδρα τά τε
συγγράμματα αὐτοῦ καὶ τῶν μαθητῶν οἱ ἀξιοπιστόταται καὶ
τοῦ Χρυσίππου διδασκαλεῖον ἅπαν, τῆς δὲ τῶν βοηθημάτων
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]