De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
μνημονεύσω, διὰ παντὸς μὲν Ἐρασιστράτῳ συγγενομένου,
γράψαντος δ’ ἐπὶ τῆς οἰκίας αὐτοῦ καὶ διὰ τοῦτο λεγομένου
δεδουλευκέναι τἀνδρὶ, τά τ’ ἄλλα, φησὶν ἐκεῖνος, Ἐρασίστρατον
ἐπαινεῖσθαι δίκαιόν ἐστι καὶ ὅτι χωρὶς φλεβοτομίας
ἐθεράπευεν ἃ μετὰ τοῦ φλεβοτομεῖν οἱ πρόσθεν
ἐπεχείρουν ἰᾶσθαι. καὶ μέντοι καὶ αὐτὸς ὁ Στράτων φαίνεται
διὰ τῶν ἰδίων συγγραμμάτων ἀεὶ τὰς θεραπείας χωρὶς
φλεβοτομίας ποιούμενος. καὶ τί θαυμαστὸν Ἐρασίστρατον
ἕπεσθαι τὰ πάντα Χρυσίππῳ τῷ Κνιδίῳ, προῃρημένον ἀποστῆναι
τοῦ φλεβοτομεῖν ὥσπερ κᾀκεῖνος; οὕτω δὲ καὶ Ἀριστογένης
καὶ Μήδιος, οἵ τ’ ἄλλοι πάντες οἱ ἀπὸ τοῦ
Χρυσίππου φαίνονται ποιοῦντες. ὅσον μὲν οὖν ἐπὶ τῇ
τῶν καμνόντων σωτηρίᾳ, πολὺ βέλτιόν ἐστι πεπεῖσθαι
φλεβοτομίᾳ χρῆσθαι τὸν Ἐρασίστρατον· ὡς δ’ ἐπὶ
τοῖς νῦν Ἐρασιστρατείοις, ἄμεινον μὴ πεπεῖσθαι. μανίας
γὰρ ἐσχάτης ἔργον οἴεσθαι διὰ τοῦτ’ Ἐρασίστρατον ἐφ’
ὧν εἰρήκαμεν ὀλίγον ἔμπροσθεν παθῶν σεσιγηκέναι τὴν
φλεβοτομίαν, ὅτι κενοῦσθαι τὰς φλέβας ἀξιοῖ καὶ τοῦτον
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]