De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
ἐπὶ τοῦ Κρίτωνος. καὶ γὰρ διὰ τῶν σπόγγων πυρίαν εἶπε καὶ
τὴν τῶν καταπλασμάτων χρῆσιν, ἔτι τε τὴν τῶν καταποτίων.
ἆρ’ οὖν ὅτι μὲν ἐπυριάσθη διὰ τῶν σπόγγων ἐδήλωσε καὶ
τἄλλ’ ἑξῆς ἐπιμελῶς διηγήσατο, περὶ δὲ τῆς φλεβοτομίας
ἑκὼν ἐσιώπησεν, ὅτι μικρότερον ἦν δηλαδὴ τοῦτο τὸ βοήθημα.
μεμνῆσθαι δ’ οὐ προσήκει μοι τῶν πάνυ μικρῶν ἐν
τοιαύταις διηγήσεσιν. ἀλλά τοι κᾀνταῦθα μετ’ ὀλίγα πάλιν
αὐτὸς ὁ Ἐρασίστρατος ἐρεῖ. ἐφαίνετο οὖν ἡμῖν μετάστασιν
εἰληφέναι τὰ πάθη, ἐπί τε τὸν πνεύμονα καὶ τὸ ἧπαρ καταῤῥυῆσαι
μὲν αὐτῷ τὴν συνάγχην, αὐξηθῆναι δὲ τοὺς πυρετοὺς
ἄνευ τῇ καθ’ ὑποχόνδριον ἐντάσει τὴν μετάσχεσιν ἐλογίσατο
γεγενῆσθαι τῶν παθῶν. ἔνθα τε καὶ μάλιστα τὸν νοῦν προσέχειν
ἀξιῶ σκοπούμενον οἷόν τί σοι διὰ τῆς λέξεως ταύτης, ἐν
ᾗ φησὶ μετάστασιν εἰληφέναι τὰ πάθη, πότερον αὐτῶν τῶν
φλεγμαινόντων μορίων μεταβάντων ἢ τοῦ αἵματος, ὃ τὴν
φλεγμονὴν αὐτῶν εἰργάζετο, μεταῤῥυέντων. ἐμοὶ μὲν γὰρ δοκεῖ
τὸ πρότερον μὲν τῶν προειρημένων μηδὲ νοηθῆναι δύνασθαι,
τὸ δεύτερον δ’ ἐξ αὐτῶν εἶναι τὸ ἀληθές. ἐγὼ μὲν γὰρ ἐνίοτε
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]