De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
ἀπ’ αὐτῶν. τῇ δὲ ὑστεραίᾳ ἀριστᾷν τε καὶ ἱδρῶτας καὶ
λουτρὰ ποιεῖσθαι. κενωθέντος δὲ τοῦ σώματος καὶ τῆς
πληθώρας ἀποκατάστασιν λαβούσης, συντόμως ἐπὶ τὰ εἰθισμένα
ἐπαναγαγεῖν. ἔν τε οὖν τούτῳ τῷ λόγῳ πάντα σαφῶς
ὁ Ἐρασίστρατος ἐδήλωσεν· ἄλλοις μὲν τοῖς βοηθήμασιν
ἑαυτὸν χρώμενον ἐπὶ τῆς πληθωρικῆς διαθέσεως, οὐ
χρώμενον, φλεβοτομίᾳ καὶ πάλιν ἐν τοῖς κατωτέρω τοῦ
συγγράμματος, ἔνθα φησίν· ἐννοεῖν δὲ χρὴ καὶ τὰ τοιαῦτα
διότι οὐ πάντες ἄνθρωποι ἐπὶ ταῦτα φέρονται πάθη,
ἀλλὰ γενομένου περὶ πλείους τοῦ αὐτοῦ συμπτώματος,
λέγω δὲ πληθώρας, οἷς πᾶσιν ἐπὶ τοὺς τόπους εἴθισται ἡ
ὁρμὴ γίγνεσθαι, ἀλλὰ τοῖς μὲν ἐπὶ τὸ ἧπαρ, ἐνίοις δὲ ἐπὶ
τὴν κοιλίαν, ἄλλοις δὲ εἰς ἐπιληπτικὰ πάθη, τοῖς δὲ ἐπὶ
τὰ ἄρθρα. ἕκαστον οὖν δεῖ συνθρωτὰ εἰθισμένα ἑαυτῷ
συμβαίνειν τὴν ἁρμόζουσαν φυλακὴν γιγνομένοις πάθεσι
ποιεῖσθαι. οὐ γὰρ ὡσαύτως φυλακτέον τῷ εἰθισμένῳ εἰς
ἐπιληπτὸν φέρεσθαι καὶ τῷ εἰς αἱμοπτυικὰ, ἀλλὰ τῷ μὲν
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]