De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
συμμέτρου δυνησομένων ἡμῶν εὑρίσκειν τὸ μᾶλλόν τε καὶ
ἧττον ἁρμόττον ἑκάστῳ τῶν φλεβοτομουμένων καθ’ ἡλικίας
καὶ φύσεις καὶ ὥρας καὶ χώρας. οὐκοῦν Ἐρασίστρατον ἀριθμὸν
μέν τινα τρίψεως ὁρίζειν, ἵνα κᾂν σφαλῶμεν τῆς
ἀκριβοῦς συμμετρίας, οὐδεμία μεγάλη βλάβη, μετὰ δὲ μηδὲν
εἰπεῖν ὅλως ἐπὶ φλεβοτομίας. ἐγὼ μὲν γὰρ εὖ οἶδα ὅτι καὶ
περὶ τῶν φλεβῶν αὐτῶν τῶν τμηθησομένων ἔγραψεν ἂν οὐκ
ὀλίγα καὶ μάλισθ’ ὅτι πολλάκις Ἱπποκράτης αὐτῶν ἐμνημόνευσεν.
ἐνίοτε μὲν κατὰ ἰγνὺν ἢ παρὰ σφυρὸν, ἐνίοτε δὲ τὴν
ὀρθίαν ἐν τῷ μετώπῳ καὶ αὖθις τὴν ἐπὶ τῇ γλώττῃ. περὶ μὲν
γὰρ τῶν κατ’ ἀγκῶνα τί δεῖ καὶ λέγειν ὡς οὐκ ἂν ἐσιώπησεν
ὁ Ἐρασίστρατος, εἴτε χρὴ πάσας ἐπὶ πᾶσι τέμνεσθαι νοσήμασι,
εἴθ’, ὡς Ἱπποκράτης ἐκέλευεν, ἄλλην ἐπ’ ἄλλων; τοῦ
γὰρ οὕτως ἐπιμελῶς γράφοντος πάντα καὶ τοῦτο ἦν ἔργον
οἰκεῖον ὁρίσαι μέν τί ἄμετρον ἐν τηλικούτῳ βοηθήματι, προσγράψαι
δ’ ἣν ἔχει γνώμην ὑπὲρ τῶν φλεβῶν, ὥσπερ οἱ ἄλλοι
πεποιήκασιν ἰατροὶ, τινὲς μὲν οὐδὲν διαφέρειν φάσκοντες
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]