De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
τῆς τροφῆς, ἔτι γε πλείστας τε καὶ ἰσχυρὰς συμβήσεται τὰς
φλεγμονὰς γίνεσθαι. βέλτιον οὖν μήτε διδόναι σιτία καὶ
τέμνειν φλέβα. τοιαύτη μὲν ἂν ἡ ῥῆσις ἐγένετο, βουληθέντος
αὐτοῦ ὥσπερ ταῖς ἀσιτίαις, οὕτω καὶ τῇ φλεβοτομίᾳ χρῆσθαι.
μὴ προσγράψαντος δὲ πῶς ἄν τις πιστεύσειε ἐπαινεῖν τὸν ἄνδρα
τὴν χρῆσιν τοῦ βοηθήματος; ὅτε δὲ μηδ’ ἐν ἄλλῃ τινὶ πραγματείᾳ
θεραπευτικῇ φαίνεται τοῦτο ποιεῖν, ἔτι καὶ μᾶλλον
ἄν τις πιστεύσειεν ὑπὸ τῆς γνώμης αὐτοῦ. τίς γὰρ ἂν δύναιτο
πεισθῆναι τὸν μακρολογώτατον Ἐρασίστρατον ὀκνῆσαι προσθεῖναι
συλλαβὰς ἤτοι δ΄ ἢ έ κᾂν ἅπαξ που τῶν γεγραμμένων
αὐτῶν πραγματειῶν; ἐγὼ μὲν οὖν εἰ καὶ μηδὲν ἐσώζετο
Ἐρασιστράτου βιβλίον, ἀλλ’ ἤδη πάντα ἀπολώλει, καθάπερ
τὰ Χρυσίππου κινδυνεύει παθεῖν, τοῦτο τοῖς μαθηταῖς ἂν
αὐτοῦ μᾶλλον ἐπίστευσα περὶ τοῦ διδασκάλου λέγουσιν ἢ
τοῖς μήτ’ Ἐρασίστρατον αὐτὸν ἰδοῦσι, ποτὲ μήτε
μαθητὴν αὐτοῦ, μήτε τῶν ὡς ἐκείνου φοιτησάντων ἢ τῶν
τούτοις συγγενομένων. ἀλλὰ μετὰ τοσαύτας ἐτῶν γενεὰς
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]