Digital Corpus for Graeco-Arabic Studies

Galen: De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)

Kühn 1826

ταῦτ’ οὖν ἠναγκάσθην αὐτὰ καθ’ ἕτερον γράμμα διεξελθεῖν, ἐπιδεῖξαί τε τοῖς νέοις Ἐρασίστρατον οὔτε φλεβοτομίᾳ κεχρημένον, ἄμεινον γὰρ τοῦτο πεισθῆναι τοῦ πάντας ἑξῆς φλεβοτομεῖν, ὅσους ἐκεῖνος ἀσιτεῖν ἐκέλευσε, μεγίστην τε τὴν ὠφέλειαν ἐκ τοῦ βοηθήματος γίγνεσθαι τοῖς κάμνουσιν ἐάν τις αὐτῷ προσηκόντως ᾖ χρώμενος. οὐκ οὖν ἔτι γε δέῃ κατά γε τὴν ἐμὴν γνώμην ἄλλο τί μοι γραφῆναι περὶ φλεβοτομίας, ἐν μὲν τῇ θεραπευτικῇ πραγματείᾳ τῆς χρήσεως τοῦ βοηθήματος εἰρημένης, ὥσπερ γε κἀν τοῖς ὑγιεινοῖς. ἐν δὲ τοῖς δύο βιβλίοις, ὧν τὸ μὲν ἕτερον ἐγράφη πρὸς Ἐρασίστρατον αὐτὸν, τὸ δὲ ἕτερον πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους, ἐπιδεδειχότος μου τὰ κακῶς ὑπ’ αὐτοῦ δοξασθέντα, παρακαλεσάντων δὲ πολλάκις πολλῶν μὲν φίλων ἰατρῶν, οἳ δοκοῦσί μοι τὴν θεραπευτικὴν πραγματείαν ὀκνεῖν ἀναγινώσκειν, ἠναγκάσθην ὕστερον ἐπὶ τὴν ἐνεστῶσαν ἀφικέσθαι σοι διέξοδον, ὅπως μὴ δόξαιμι φθονεῖν αὐτοῖς, ἐφεξῆς δὲ ἅπαντα κατὰ τὴν προσήκουσαν τάξιν ὑπὲρ τοῦ βοηθήματος εἰπεῖν. καὶ τοίνυν ἤδη μοι καιρὸς ἄρξασθαι τοῦ λόγου.



Work

Title: Galen: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 250-316

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_082.xml [136 Kb]