De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
ἄρξασθαι, καὶ τοῦ μὲν ὡς πρὸς τὴν δύναμιν εἰς σηπεδόνα
τε ῥᾳδίως ἀφικνουμένου καὶ μέντοι καὶ κατασκήπτοντος
ἐνίοτε εἰς μόριά τινα, κᾀν τούτοις ἐργαζομένου τοὺς παρὰ
φύσιν ὄγκους, ἑτέρου δὲ τοῦ κατὰ τὸ καλούμενον
ἔγχυμα, κατασκήπτοντος μὲν καὶ τούτου πολλάκις εἰς μόρια
καὶ γεννῶντος ὄγκους, ἀλλὰ καὶ τὰς ἀποπληξίας καὶ τὰς
ῥήξεις τῶν φλεβῶν ἐργαζομένου, πειρᾶσθαι χρὴ κενοῦν αὐτὸ
διὰ ταχέων, πρὶν ἄρξασθαί τι μέγα κακὸν ἐργάσασθαι περὶ
τὸν ἄνθρωπον. εἴρηται δ’ ἐπὶ πλέον ὅπως τε χρὴ διαγινώσκειν
ἄμφω τὰ πάθη καὶ ὅπως ἰᾶσθαι, κατὰ τὴν τῶν ὑγιεινῶν
πραγματείαν, ὥσπερ γε κἀπειδὰν ἤτοι πυρετὸς ἢ αἵματος
ἀναγωγὴ γένηται διὰ πλῆθος, ἤτοι τῶν ἀποπληκτικῶν ἀῤῥωστημάτων,
ὅπως χρὴ καὶ τοῦτο θεραπεύειν ἐν τοῖς τῆς
θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται, διὸ καὶ περιττὴν
ἡγοῦμαι τήνδε τὴν συγγραφήν. εἰ μὲν γὰρ ὡσαύτως καὶ ἐν
ἐκείναις ταῖς πραγματείαις ἔγραψα, κἀνταῦθα γράφοιμι, δὶς
περὶ τῶν αὐτῶν ἀναγκασθήσομαι διέρχεσθαι, καὶ διὰ ταῦτα
μακρὸν ἀποτείνειν τὸν λόγον. εἰ δὲ ἐπὶ τὸ συντομώτερον
ἄγοιμι τὸν λόγον τόνδε, κινδυνεύσω παθεῖν δυοῖν θάτερον,
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]