De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
τινὲς τὸν μελαγχολικὸν ἢ φλεγματικὸν, ἔνιοι δὲ ὁμοτίμως
ἅπαντας ἐφ’ ὧν αἷμα πλεονάζειν λέγεται. τούτους οὖν
ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαγρικούς τε καὶ ἀρθριτικοὺς
ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλ’ ἤτοι φαρμακεύων ἢ φλεβοτομῶν.
ἐγὼ γοῦν πολλοὺς ἐτῶν ἤδη τριῶν καὶ τεττάρων ἐνοχλουμένους
ἐκ διαλειμμάτων ἀλγήμασι ποδῶν ἰασάμην, ἤτοι
καθαίρων τὸν πλεονάζοντα χυμὸν ἐν ἀρχῇ τοῦ ἦρος ἢ αἵματος
ἀφαιρῶν. εὔδηλον δ’ ὅτι καὶ μέτριοι τινὲς οἱ τοιοῦτοι κατὰ
τὴν ὅλην εἰσὶ δίαιταν, ὡς τούς γε ἀκολάστους οἰνόφλυγάς τε
καὶ γαστριμάργους οὐδὲν ὀνήσεις μέγα, φαρμακεύων ἢ φλεβοτομῶν.
ἀθροίζουσι γὰρ ἐν τάχει πλῆθος ὠμῶν χυμῶν, ἀκολάστως
διαιτώμενοι. τούτους μὲν οὐδὲ ἐπιχειρεῖν χρὴ θεραπεύειν,
ὅπη δ’ εὐπειθεῖς εἰσὶν ὀνήσεις αὐτοὺς μέγιστα κατὰ
τὴν ἀρχὴν τοῦ ἦρος, προκενώσας μὲν πρῶτον, ἐφεξῆς δ’ ἐπὶ
γυμνάσια καὶ δίαιταν ὑγιεινὴν ἀναγαγών. ἃ δ’ ἐπὶ τούτων
εἴρηκα, ταῦτά σοι νόμιζε καὶ περὶ πάντων εἰρῆσθαι τῶν
ἐπιτηδείων ἁλίσκεσθαι πάθεσιν οἷς ἀρτίως εἶπον, οἷον ἐπιληπτικοῖς,
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]