De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
ἀλλὰ κᾀπειδὰν ἐπίδοξον ἔσεσθαι. φθάνει γὰρ ἡ παίδευσις
ἣν Ἱπποκράτης εἶπε διδάσκων ἡμᾶς, ὅσα παρόντων ἤδη
τῶν νοσημάτων ὀρθῶς ἂν πράξαιμεν, ἄμεινον εἶναι ταῦτα
κατὰ τὰς ἀρχὰς αὐτῶν ἢ μελλόντων ἄρχεσθαι φθάνειν
ποιοῦντας. ὥστε τοὺς εἰρημένους σκοποὺς ἐπὶ τοὺς ὑγιαίνοντας
ἔστι μεταφέρεσθαι. καὶ γὰρ καὶ τούτους φλεβοτομήσεις
ἐπιδόξους γενομένους ἁλώσεσθαι μεγάλῳ νοσήματι, πρός τε
τὴν ἡλικίαν ἀποβλέπων καὶ τὴν ῥώμην. εἰ γὰρ ἐπιτήδειός τις
ἐν νοσήματι γενέσθαι μεγάλῳ, κᾂν μηδὲν μηδέπω κατὰ τὸ
σῶμα παρῇ σύμπτωμα, φλεβοτομεῖν ἀξιοῦμεν. ἀρκεῖ γὰρ τὴν
ἡλικίαν ἐπισκέψασθαι μετὰ τῆς δυνάμεως, ὥστε τρία τὰ
συνέχοντα τὴν διάγνωσιν εἶναι, μέγεθος νοσήματος, ἤτοι
παρὸν ἢ προσδοκώμενον, καὶ ἡλικίαν ἀκμάζοντος καὶ ῥώμην
δυνάμεως. ἴσως δὲ μόνον ἀμελέστερον ἑρμηνεύεσθαι δόξει τὸ
τῆς ἡλικίας ἐν τοῖς προκειμένοις, ἐν τῷ περὶ διαίτης ὀξέων.
οὐ γὰρ τὴν τῶν ἀκμαζόντων εἰρῆσθαι μόνον ὀρθῶς ἔχει,
ἀλλὰ καὶ τὴν πρὸ αὐτῆς καὶ μετ’ αὐτὴν, ὡς δύο μόνας ἐξαιρεῖσθαι
τοῦ διορισμοῦ, τήν τε τῶν παίδων καὶ τὴν τῶν γερόντων.
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]