De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία
προσδοκία μεγάλου νοσήματος. ἥντινα τοίνυν ἔχωμεν γνώμην
καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες μοι
συμβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς
ἢ μελαγχολικοῖς, ἢ αἷμα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα
πρὸς τοιοῦτον πάθημα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ
σκοτοματικοῖς, ἢ συνεχῶς ἀλισκομένοις συνάγχῃ ἢ περιπνευμονίᾳ,
ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλμίαις σφοδραῖς,
ἢ καθόλου φάναι μεγάλῳ νοσήματι. φλεβοτομίαν γὰρ ἐπὶ
τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φημὶ βοηθήμα παραχρῆμα
προσαγόμενον, ἐπιδιωρισμένῃ τῇ δυνάμει τε καὶ ἡλικίᾳ.
ταῦτα εἰ μὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ
μηδὲν τοιοῦτον πεπονθόσιν ἔμπροσθεν ἁπάντων τε τῶν μορίων
τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου
διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέμενόν με, διὰ φλεβοτομίας
μὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς.
ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ
ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσμασι διαφορητικοῖς, ταχέως ἐκκενῶσαι
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]